Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Prologos

Ἔποψ
ἄγε δὴ σὺ καὶ σὺ τὴν πανοπλίαν μὲν πάλιν 435
 
ταύτην λαβόντε κρεμάσατον τύχἀγαθῇ
 
ἐς τὸν ἰπνὸν εἴσω πλησίον τοὐπιστάτου·
 
σὺ δὲ τούσδʼ ἐφʼ οἷσπερ τοῖς λόγοις συνέλεξʼ ἐγὼ
 
φράσον, δίδαξον.
Πισθέταιρος
μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ,
 
ἢν μὴ διάθωνταί γʼ οἵδε διαθήκην ἐμοὶ 440
 
ἥνπερ ὁ πίθηκος τῇ γυναικὶ διέθετο,
 
ὁ μαχαιροποιός, μήτε δάκνειν τούτους ἐμὲ
 
μήτʼ ὀρχίπεδʼ ἕλκειν μήτʼ ὀρύττειν —
Χορός
οὔτι που
 
τόν —; οὐδαμῶς.
Πισθέταιρος
οὔκ, ἀλλὰ τὠφθαλμὼ λέγω.
Χορός
διατίθεμαι ʼγώ.
Πισθέταιρος
κατόμοσόν νυν ταῦτά μοι.
Χορός
ὄμνυμʼ ἐπὶ τούτοις, πᾶσι νικᾶν τοῖς κριταῖς 445
 
καὶ τοῖς θεαταῖς πᾶσιν.
Πισθέταιρος
ἔσται ταυταγί.
Χορός
εἰ δὲ παραβαίην, ἑνὶ κριτῇ νικᾶν μόνον.
Κῆρυξ
ἀκούετε λεῴ· τοὺς ὁπλίτας νυνμενὶ
← Önceki bölüm Prologos · 1 / 2 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme