Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

[Choral]
καὶ πόθεν ἔμολον
Χορός
† ἐπὶ τίνα τʼ ἐπίνοιαν. † 405
 
ἰὼ ἔποψ σέ τοι καλῶ.
Ἔποψ
καλεῖς δὲ τοῦ κλύειν θέλων;
Χορός
τίνες ποθʼ οἵδε καὶ πόθεν;
Ἔποψ
ξείνω σοφῆς ἀφʼ Ἑλλάδος.
Χορός
τύχη δὲ ποία κομίζει 410
 
ποτʼ αὐτὼ πρὸς ὄρνιθας
 
ἐλθεῖν;
Ἔποψ
ἔρως
 
βίου διαίτης τε καὶ
 
σοῦ ξυνοικεῖν τέ σοι
 
καὶ ξυνεῖναι τὸ πᾶν. 415
Χορός
τί φῄς;
 
λέγουσι δὴ τίνας λόγους;
Ἔποψ
ἄπιστα καὶ πέρα κλύειν.
Χορός
ὁρᾷ τι κέρδος ἐνθάδʼ ἄξιον
 
μονῆς, ὅτῳ πέποιθʼ
 
ἐμοὶ ξυνὼν
 
κρατεῖν ἂν ἢ τὸν ἐχθρὸν ἢ 420
← Önceki Parodos · 9 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme