Thesauros Literature Comedy Εἰρήνη

Εἰρήνη

Εἰρήνη Aristophanes
Bölümler
Parodos

Parodos

[Prologue]
ἥσυχος ἥσυχος, ἠρέμα, κάνθων·
Τρυγαῖος
μή μοι σοβαρῶς χώρει λίαν
 
εὐθὺς ἀπʼ ἀρχῆς ῥώμῃ πίσυνος,
 
πρὶν ἂν ἰδίῃς καὶ διαλύσῃς 85
 
ἄρθρων ἶνας πτερύγων ῥύμῃ.
 
καὶ μὴ πνεῖ μοι κακόν, ἀντιβολῶ σʼ·
 
εἰ δὲ ποιήσεις τοῦτο, κατʼ οἴκους
 
αὐτοῦ μεῖνον τοὺς ἡμετέρους.
Οἰκέτης Α
ὦ δέσποτʼ ἄναξ ὡς παραπαίεις. 90
Τρυγαῖος
σίγα σίγα.
Οἰκέτης Α
ποῖ δῆτʼ ἄλλως μετεωροκοπεῖς;
Τρυγαῖος
ὑπὲρ Ἑλλήνων πάντων πέτομαι
 
τόλμημα νέον παλαμησάμενος.
Οἰκέτης Α
τί πέτει; τί μάτην οὐχ ὑγιαίνεις; 95
Τρυγαῖος
εὐφημεῖν χρὴ καὶ μὴ φλαῦρον
 
μηδὲν γρύζειν ἀλλʼ ὀλολύζειν·
 
τοῖς τʼ ἀνθρώποισι φράσον σιγᾶν,
 
τοὺς τε κοπρῶνας καὶ τὰς λαύρας
 
καιναῖς πλίνθοισιν ἀνοικοδομεῖν 100
 
καὶ τοὺς πρωκτοὺς ἐπικλῄειν.
Οἰκέτης Α
οὐκ ἔσθʼ ὅπως σιγήσομʼ, ἢν μή μοι φράσῃς
 
ὅποι πέτεσθαι διανοεῖ.
Τρυγαῖος
τί δʼ ἄλλο γʼ ἢ
 
ὡς τὸν Δίʼ ἐς τὸν οὐρανόν;
Οἰκέτης Α
τίνα νοῦν ἔχων;
Τρυγαῖος
ἐρησόμενος ἐκεῖνον Ἑλλήνων πέρι 105
 
ἁπαξαπάντων ὅ τι ποιεῖν βουλεύεται.
Οἰκέτης Α
ἐὰν δὲ μή σοι καταγορεύῃ;
Τρυγαῖος
γράψομαι
 
Μήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα.
Οἰκέτης Α
μὰ τὸν Διόνυσον οὐδέποτε ζῶντός γʼ ἐμοῦ.
Τρυγαῖος
οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλʼ. 110
Οἰκέτης Α
ἰοὺ ἰοὺ ἰού· 110
 
ὦ παιδίʼ ὁ πατὴρ ἀπολιπὼν ἀπέρχεται
 
ὑμᾶς ἐρήμους ἐς τὸν οὐρανὸν λάθρᾳ.
 
ἀλλʼ ἀντιβολεῖτε τὸν πατέρ ὦ κακοδαίμονα.
Παιδίον
ὦ πάτερ ὦ πάτερ ἆρʼ ἔτυμός γε
 
δώμασιν ἡμετέροις φάτις ἥκει, 115
 
ὡς σὺ μετʼ ὀρνίθων προλιρὼν ἐμὲ
 
ἐς κόρακας βαδιεῖ μεταμώνιος;
 
ἔστι τι τῶνδʼ ἐτύμως; εἴπʼ ὦ πάτερ, εἴ τι φιλεῖς με.
Τρυγαῖος
δοξάσαι ἔστι κόραι, τὸ δʼ ἐτήτυμον ἄχθομαι ὑμῖν,
 
ἡνίκʼ ἂν αἰτίζητʼ ἄρτον πάππαν με καλοῦσαι, 120
 
ἔνδον δʼ ἀργυρίου μηδὲ ψακὰς ᾖ πάνυ πάμπαν.
 
ἢν δʼ ἐγὼ εὖ πράξας ἔλθω πάλιν, ἕξετʼ ἐν ὥρᾳ
 
κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐρʼ αὐτῇ.
Παιδίον
καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται;
 
ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν. 125
Τρυγαῖος
πτηνὸς πορεύσει πῶλος· οὐ ναυσθλώσομαι.
Παιδίον
τίς δʼ ἡ ʼπίνοιά σοὐστὶν ὥστε κάνθαρον
 
ζεύξαντʼ ἐλαύνειν ἐς θεοὺς ὦ παππία;
Τρυγαῖος
ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη
 
μόνος πετεινῶν ἐς θεοὺς ἀφιγμένος. 130
Παιδίον
ἄπιστον εἶπας μῦθον ὦ πάτερ πάτερ,
 
ὅπως κάκοσμον ζῷον ἦλθεν ἐς θεούς.
Τρυγαῖος
ἦλθεν κατʼ ἔχθραν αἰετοῦ πάλαι ποτέ,
 
ᾤʼ ἐκκυλίνδων κἀντιτιμωρούμενος.
Παιδίον
οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν, 135
 
ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος.
Τρυγαῖος
ἀλλʼ ὦ μέλʼ ἄν μοι σιτίων διπλῶν ἔδει·
 
νῦν δʼ ἃττʼ ἂν αὐτὸς καταφάγω τὰ σιτία,
 
τούτοισι τοῖς αὐτοῖσι τοῦτον χορτάσω.
Παιδίον
τί δʼ ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος; 140
 
πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται;
Τρυγαῖος
ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι·
 
τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος.
Παιδίον
λιμὴν δὲ τίς σε δέξεται φορούμενον;
Τρυγαῖος
ἐν Πειραιεῖ δήπου ʼστὶ Κανθάρου λιμήν. 145
Παιδίον
ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταρρυῇς
 
ἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃ
 
λόγον παράσχῃς καὶ τραγῳδία γένῃ.
Τρυγαῖος
ἐμοὶ μελήσει ταῦτά γʼ. ἀλλὰ χαίρετε.
 
ὑμεῖς δέ γʼ, ὑπὲρ ὧν τοὺς πόνους ἐγὼ πονῶ, 150
 
μὴ βδεῖτε μηδὲ χέζεθʼ ἡμερῶν τριῶν·
 
ὡς εἰ μετέωρος οὗτος ὢν ὀσφρήσεται,
 
κατωκάρα ῥίψας με βουκολήσεται.
 
ἀλλʼ ἄγε Πήγασε χώρει χαίρων,
 
χρυσοχάλινον πάταγον ψαλίων 155
 
διακινήσας φαιδροῖς ὠσίν.
 
τί ποιεῖς; τί ποιεῖς; ποῖ παρακλίνεις
 
τοὺς μυκτῆρας; πρὸς τὰς λαύρας.
 
ἵει σαυτὸν θαρρῶν ἀπὸ γῆς,
 
κᾆτα δρομαίαν πτέρυγʼ ἐκτείνων 160
 
ὀρθὸς χώρει Διὸς εἰς αὐλάς,
 
ἀπὸ μὲν κάκκης τὴν ῥῖνʼ ἀπέχων,
 
ἀπὸ δʼ ἡμερίων σίτων πάντων.
 
ἄνθρωπε τί δρᾷς, οὗτος ὁ χέζων
 
ἐν Πειραιεῖ παρὰ ταῖς πόρναις; 165
 
ἀπολεῖς μʼ ἀπολεῖς. οὐ κατορύξεις
 
κἀπιφορήσεις τῆς γῆς πολλήν,
 
κἀπιφυτεύσεις ἕρπυλλον ἄνω
 
καὶ μύρον ἐπιχεῖς; ὡς ἤν τι πεσὼν
 
ἐνθένδε πάθω, τοὐμοῦ θανάτου 170
 
πέντε τάλανθʼ ἡ πόλις ἡ Χίων
 
διὰ τὸν σὸν πρωκτὸν ὀφλήσει.
 
οἴμʼ ὡς δέδοικα, κοὐκέτι σκώπτων λέγω.
 
ὦ μηχανοποιὲ πρόσεχε τὸν νοῦν ὡς ἐμέ·
 
ἤδη στρέφει τι πνεῦμα περὶ τὸν ὀμφαλόν, 175
 
κεἰ μὴ φυλάξει, χορτάσω τὸν κάνθαρον.
 
ἀτὰρ ἐγγὺς εἶναι τῶν θεῶν ἐμοὶ δοκῶ,
 
καὶ δὴ καθορῶ τὴν οἰκίαν τὴν τοῦ Διός.
 
τίς ἐν Διὸς θύραισιν; οὐκ ἀνοίξετε;
Ἑρμῆς
πόθεν βροτοῦ με προσέβαλʼ; ὦναξ Ἡράκλεις 180
 
τουτὶ τί ἐστι τὸ κακόν;
Τρυγαῖος
ἱπποκάνθαρος.
Ἑρμῆς
ὦ βδελυρὲ καὶ τολμηρὲ κἀναίσχυντε σὺ
 
καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,
 
πῶς δεῦρʼ ἀνῆλθες ὦ μιαρῶν μιαρώτατε;
 
τί σοί ποτʼ ἔστʼ ὄνομʼ; οὐκ ἐρεῖς; 185
Τρυγαῖος
μιαρώτατος. 185
Ἑρμῆς
ποδαπὸς τὸ γένος δʼ εἶ; φράζε μοι.
Τρυγαῖος
μιαρώτατος.
Ἑρμῆς
πατὴρ δέ σοι τίς ἐστʼ;
Τρυγαῖος
ἐμοί; μιαρώτατος.
Ἑρμῆς
οὔτοι μὰ τὴν γῆν ἔσθʼ ὅπως οὐκ ἀποθανεῖ,
 
εἰ μὴ κατερεῖς μοι τοὔνομʼ ὅ τι ποτʼ ἔστι σοι.
Τρυγαῖος
Τρυγαῖος Ἀθμονεύς, ἀμπελουργὸς δεξιός, 190
 
οὐ συκοφάντης οὐδʼ ἐραστὴς πραγμάτων.
Ἑρμῆς
ἥκεις δὲ κατὰ τί;
Τρυγαῖος
τὰ κρέα ταυτί σοι φέρων.
Ἑρμῆς
ὦ δειλακρίων πῶς ἦλθες;
Τρυγαῖος
ὦ γλίσχρων ὁρᾷς
 
ὡς οὐκέτʼ εἶναί σοι δοκῶ μιαρώτατος;
 
ἴθι νυν κάλεσόν μοι τὸν Δίʼ. 195
Ἑρμῆς
ἰὴ ἰὴ ἰή, 195
 
ὅτι οὐδὲ μέλλεις ἐγγὺς εἶναι τῶν θεῶν·
 
φροῦδοι γὰρ ἐχθές εἰσιν ἐξῳκισμένοι.
Τρυγαῖος
ποῖ γῆς;
Ἑρμῆς
ἰδοὺ γῆς.
Τρυγαῖος
ἀλλὰ ποῖ;
Ἑρμῆς
πόρρω πάνυ;
 
ὑπʼ αὐτὸν ἀτεχνῶς τοὐρανοῦ τὸν κύτταρον.
Τρυγαῖος
πῶς οὖν σὺ δῆτʼ ἐνταῦθα κατελείφθης μόνος; 200
Ἑρμῆς
τὰ λοιπὰ τηρῶ σκευάρια τὰ τῶν θεῶν,
 
χυτρίδια καὶ σανίδια κἀμφορείδια.
Τρυγαῖος
ἐξῳκίσαντο δʼ οἱ θεοὶ τίνος οὕνεκα;
Ἑρμῆς
Ἕλλησιν ὀργισθέντες. εἶτʼ ἐνταῦθα μὲν
 
ἵνʼ ἦσαν αὐτοὶ τὸν Πόλεμον κατῴκισαν, 205
 
ὑμᾶς παραδόντες δρᾶν ἀτεχνῶς ὅ τι βούλεται·
 
αὐτοὶ δʼ ἀνῳκίσανθʼ ὅπως ἀνωτάτω,
 
ἵνα μὴ βλέποιεν μαχομένους ὑμᾶς ἔτι
 
μηδʼ ἀντιβολούντων μηδὲν αἰσθανοίατο.
Τρυγαῖος
τοῦ δʼ οὕνεχʼ ἡμᾶς ταῦτʼ ἔδρασαν; εἰπέ μοι. 210
Ἑρμῆς
ὁτιὴ πολεμεῖν ᾑρεῖσθʼ ἐκείνων πολλάκις
 
σπονδὰς ποιούντων· κεἰ μὲν οἱ Λακωνικοὶ
 
ὑπερβάλοιντο μικρόν, ἔλεγον ἂν ταδί·
 
ναὶ τὼ σιὼ νῦν ὡττικίων δωσεῖ δίκαν.
 
εἰ δʼ αὖ τι πράξαιτʼ ἀγαθὸν ἁττικωνικοί 215
 
κἄλθοιεν οἱ Λάκωνες εἰρήνης πέρι,
 
ἐλέγετʼ ἂν ὑμεῖς εὐθύς· ἐξαπατώμεθα
 
νὴ τὴν Ἀθηνᾶν, νὴ Δίʼ, οὐχὶ πειστέον·
 
ἥξουσι καὖθις, ἢν ἔχωμεν τὴν Πύλον.’
Τρυγαῖος
ὁ γοῦν χαρακτὴρ ἡμεδαπὸς τῶν ῥημάτων. 220
Ἑρμῆς
ὧν οὕνεκʼ οὐκ οἶδʼ εἴ ποτʼ Εἰρήνην ἔτι
 
τὸ λοιπὸν ὄψεσθʼ.
Τρυγαῖος
ἀλλὰ ποῖ γὰρ οἴχεται;
Ἑρμῆς
ὁ Πόλεμος αὐτὴν ἐνέβαλʼ εἰς ἄντρον βαθύ.
Τρυγαῖος
ἐς ποῖον;
Ἑρμῆς
ἐς τουτὶ τὸ κάτω, κἄπειθʼ ὁρᾷς
 
ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων, 225
 
ἵνα μὴ λάβητε μηδέποτʼ αὐτήν.
Τρυγαῖος
εἰπέ μοι,
 
ἡμᾶς δὲ δὴ τί δρᾶν παρασκευάζεται;
Ἑρμῆς
οὐκ οἶδα πλὴν ἕν, ὅτι θυείαν ἑσπέρας
 
ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο.
Τρυγαῖος
τί δῆτα ταύτῃ τῇ θυείᾳ χρήσεται; 230
Ἑρμῆς
τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται.
 
ἀλλʼ εἶμι· καὶ γὰρ ἐξιέναι γνώμην ἐμὴν
 
μέλλει· θορυβεῖ γοῦν ἔνδον.
Τρυγαῖος
οἴμοι δείλαιος.
 
φέρʼ αὐτὸν ἀποδρῶ· καὶ γὰρ ὥσπερ ᾐσθόμην
 
καὐτὸς θυείας φθέγμα πολεμιστηρίας. 235
Πόλεμος
ἰὼ βροτοὶ βροτοὶ βροτοὶ πολυτλήμονες,
 
ὡς αὐτίκα μάλα τὰς γνάθους ἀλγήσετε.
Τρυγαῖος
ὦναξ Ἄπολλον τῆς θυείας τοῦ πλάτους,
 
ὅσον κακόν, καὶ τοῦ Πολέμου τοῦ βλέμματος.
 
ἆρʼ οὗτός ἐστʼ ἐκεῖνος ὃν καὶ φεύγομεν, 240
 
ὁ δεινός, ὁ ταλαύρινος, ὁ κατὰ τοῖν σκελοῖν;
Πόλεμος
ἰὼ Πρασιαὶ τρὶς ἄθλιαι καὶ πεντάκις
 
καὶ πολλοδεκάκις, ὡς ἀπολεῖσθε τήμερον.
Τρυγαῖος
τουτὶ μὲν ἄνδρες οὐδὲν ἡμῖν πρᾶγμά πω·
 
τὸ γὰρ κακὸν τοῦτʼ ἐστὶ τῆς Λακωνικῆς. 245
Πόλεμος
ὦ Μέγαρα Μέγαρʼ ὡς ἐπιτετρίψεσθʼ αὐτίκα
 
ἁπαξάπαντα καταμεμυττωτευμένα.
Τρυγαῖος
βαβαὶ βαβαιὰξ ὡς μεγάλα καὶ δριμέα
 
τοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα.
Πόλεμος
ἰὼ Σικελία καὶ σὺ δʼ ὡς ἀπόλλυσαι. 250
Τρυγαῖος
οἵα πόλις τάλαινα διακναισθήσεται.
Πόλεμος
φέρʼ ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν.
Τρυγαῖος
οὗτος παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ.
 
τετρώβολον τοῦτʼ ἐστί· φείδου τἀττικοῦ.
Πόλεμος
παῖ παῖ Κυδοιμέ. 255
Κύδοιμος
τί με καλεῖς; 255
Πόλεμος
κλαύσει μακρά. 255
 
ἕστηκας ἀργός; οὑτοσί σοι κόνδυλος.
Κύδοιμος
ὡς δριμύς. οἴμοι μοι τάλας ὦ δέσποτα.
 
μῶν τῶν σκορόδων ἐνέβαλες ἐς τὸν κόνδυλον;
Πόλεμος
οἴσεις ἀλετρίβανον τρέχων;
Κύδοιμος
ἀλλʼ ὦ μέλε
 
οὐκ ἔστιν ἡμῖν· ἐχθὲς εἰσῳκίσμεθα. 260
Πόλεμος
οὔκουν παρʼ Ἀθηναίων μεταθρέξει ταχὺ πάνυ;
Κύδοιμος
ἔγωγε νὴ Δίʼ· εἰ δὲ μή γε, κλαύσομαι.
Τρυγαῖος
ἄγε δὴ τί δρῶμεν ὦ πόνηρʼ ἀνθρώπια;
 
ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας·
 
εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων, 265
 
τούτῳ ταράξει τὰς πόλεις καθήμενος.
 
ἀλλʼ ὦ Διόνυσʼ ἀπόλοιτο καὶ μὴ ʼλθοι φέρων.
Πόλεμος
οὗτος.
Κύδοιμος
τί ἔστιν;
Πόλεμος
οὐ φέρεις;
Κύδοιμος
τὸ δεῖνα γὰρ
 
ἀπόλωλʼ Ἀθηναίοισιν ἁλετρίβανος,
 
ὁ βυρσοπώλης, ὃς ἐκύκα τὴν Ἑλλάδα. 270
Τρυγαῖος
εὖ γʼ ὦ πότνια δέσποινʼ Ἀθηναία ποιῶν
 
ἀπόλωλʼ ἐκεῖνος κἀν δέοντι τῇ πόλει,
 
ἢ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι.
Πόλεμος
οὔκουν ἕτερον δῆτʼ ἐκ Λακεδαίμονος μέτει
 
ἀνύσας τι; 275
Κύδοιμος
ταῦτʼ ὦ δέσποθʼ. 275
Πόλεμος
ἧκέ νυν ταχύ. 275
Τρυγαῖος
ὦνδρες τί πεισόμεσθα; νῦν ἀγὼν μέγας.
 
ἀλλʼ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει
 
μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλὸν
 
ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε.
Κύδοιμος
οἴμοι τάλας, οἴμοι γε κἄτʼ οἴμοι μάλα. 280
Πόλεμος
τί ἔστι; μῶν οὐκ αὖ φέρεις;
Κύδοιμος
ἀπόλωλε γὰρ
 
καὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος.
Πόλεμος
πῶς ὦ πανοῦργʼ;
Κύδοιμος
ἐς τἀπὶ Θρᾴκης χωρία
 
χρήσαντες ἑτέροις αὐτὸν εἶτʼ ἀπώλεσαν.
Τρυγαῖος
εὖ γʼ εὖ γε ποιήσαντες ὦ Διοσκόρω. 285
 
ἴσως ἂν εὖ γένοιτο· θαρρεῖτʼ ὦ βροτοί.
Πόλεμος
ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν·
 
ἐγὼ δὲ δοίδυκʼ εἰσιὼν ποιήσομαι.
Τρυγαῖος
νῦν τοῦτʼ ἐκεῖνʼ ἥκει τὸ Δάτιδος μέλος,
 
ὃ δεφόμενός ποτʼ ᾖδε τῆς μεσημβρίας, 290
 
ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι.
 
νῦν ἐστιν ἡμῖν ὦνδρες Ἕλληνες καλὸν
 
ἀπαλλαγεῖσι πραγμάτων τε καὶ μαχῶν
 
ἐξελκύσαι τὴν πᾶσιν Εἰρήνην φίλην,
 
πρὶν ἕτερον αὖ δοίδυκα κωλῦσαί τινα. 295
 
ἀλλʼ ὦ γεωργοὶ κἄμποροι καὶ τέκτονες
 
καὶ δημιουργοὶ καὶ μέτοικοι καὶ ξένοι
 
καὶ νησιῶται, δεῦρʼ ἴτʼ ὦ πάντες λεῴ,
 
ὡς τάχιστʼ ἄμας λαβόντες καὶ μοχλοὺς καὶ σχοινία·
 
νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος. 300
[Parodos]
δεῦρο πᾶς χώρει προθύμως εὐθὺ τῆς σωτηρίας.
Χορός
ὦ Πανέλληνες βοηθήσωμεν, εἴπερ πώποτε,
 
τάξεων ἀπαλλαγέντες καὶ κακῶν φοινικικῶν·
 
ἡμέρα γὰρ ἐξέλαμψεν ἥδε μισολάμαχος.
 
πρὸς τάδʼ ἡμῖν, εἴ τι χρὴ δρᾶν, φράζε κἀρχιτεκτόνει· 305
 
οὐ γὰρ ἔσθʼ ὅπως ἀπειπεῖν ἂν δοκῶ μοι τήμερον,
 
πρὶν μοχλοῖς καὶ μηχαναῖσιν ἐς τὸ φῶς ἀνελκύσαι
 
τὴν θεῶν πασῶν μεγίστην καὶ φιλαμπελωτάτην.
Τρυγαῖος
οὐ σιωπήσεσθʼ, ὅπως μὴ περιχαρεῖς τῷ πράγματι
 
τὸν Πόλεμον ἐκζωπυρήσετʼ ἔνδοθεν κεκραγότες; 310
Χορός
ἀλλʼ ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος.
 
οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτίʼ ἡμερῶν τριῶν.
Τρυγαῖος
εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον,
 
μὴ παφλάζων καὶ κεκραγὼς ὥσπερ ἡνίκʼ ἐνθάδʼ ἦν,
 
ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ʼξελκύσαι. 315
Χορός
οὔτι καὶ νῦν ἔστιν αὐτὴν ὅστις ἐξαιρήσεται,
 
ἢν ἅπαξ ἐς χεῖρας ἔλθῃ τὰς ἐμάς. ἰοῦ ἰοῦ.
Τρυγαῖος
ἐξολεῖτέ μʼ ὦνδρες, εἰ μὴ τῆς βοῆς ἀνήσετε·
 
ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν.
Χορός
ὡς κυκάτω καὶ πατείτω πάντα καὶ ταραττέτω, 320
 
οὐ γὰρ ἂν χαίροντες ἡμεῖς τήμερον παυσαίμεθʼ ἄν.
Τρυγαῖος
τί τὸ κακόν; τί πάσχετʼ ὦνδρες; μηδαμῶς πρὸς τῶν θεῶν
 
πρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα.
Χορός
ἀλλʼ ἔγωγʼ οὐ σχηματίζειν βούλομʼ, ἀλλʼ ὑφʼ ἡδονῆς
 
οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλει χορεύετον. 325
Τρυγαῖος
μή τι καὶ νυνί γʼ ἔτʼ, ἀλλὰ παῦε παῦʼ ὀρχούμενος.
Χορός
ἢν ἰδοὺ καὶ δὴ πέπαυμαι.
Τρυγαῖος
φῄς γε, παύει δʼ οὐδέπω.
Χορός
ἓν μὲν οὖν τουτί μʼ ἔασον ἑλκύσαι, καὶ μηκέτι.
Τρυγαῖος
τοῦτό νυν, καὶ μηκέτʼ ἄλλο μηδὲν ὀρχήσησθʼ ἔτι.
Χορός
οὐκ ἂν ὀρχησαίμεθʼ, εἴπερ ὠφελήσαιμέν τί σε. 330
Τρυγαῖος
ἀλλʼ ὁρᾶτʼ οὔπω πέπαυσθε.
Χορός
τουτογὶ νὴ τὸν Δία
 
τὸ σκέλος ῥίψαντες ἤδη λήγομεν τὸ δεξιόν.
Τρυγαῖος
ἐπιδίδωμι τοῦτό γʼ ὑμῖν ὥστε μὴ λυπεῖν ἔτι.
Χορός
ἀλλὰ καὶ τἀριστερόν τοί μʼ ἐστʼ ἀναγκαίως ἔχον.
 
ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ 335
 
μᾶλλον ἢ τὸ γῆρας ἐκδὺς ἐκφυγὼν τὴν ἀσπίδα.
Τρυγαῖος
μή τι καὶ νυνί γε χαίρετʼ· οὐ γὰρ ἴστε πω σαφῶς·
 
ἀλλʼ ὅταν λάβωμεν αὐτήν, τηνικαῦτα χαίρετε
 
καὶ βοᾶτε καὶ γελᾶτʼ· ἤδη
 
γὰρ ἐξέσται τόθʼ ὑμῖν 340
 
πλεῖν μένειν βινεῖν καθεύδειν,
 
ἐς πανηγύρεις θεωρεῖν,
 
ἑστιᾶσθαι κοτταβίζειν,
 
†συβαρίζειν†
 
ἰοῦ ἰοῦ κεκραγέναι. 345
[Choral 1]
εἰ γὰρ ἐκγένοιτʼ ἰδεῖν ταύτην με τὴν ἡμέραν ποτέ.
Χορός
πολλὰ γὰρ ἀνεσχόμην πράγματά τε καὶ στιβάδας, ἃς
 
ἔλαχε Φορμίων·
 
κοὐκέτʼ ἄν μʼ εὕροις δικαστὴν δριμὺν οὐδὲ δύσκολον,
 
οὐδὲ τοὺς τρόπους γε δήπου σκληρὸν ὥσπερ καὶ πρὸ τοῦ, 350
 
ἀλλʼ ἁπαλὸν ἄν μʼ ἴδοις καὶ πολὺ νεώτερον,
 
ἀπαλλαγέντα πραγμάτων.
 
καὶ γὰρ ἱκανὸν χρόνον ἀπολλύμεθα καὶ κατατετρίμμεθα πλανώμενοι 355
 
ἐς Λύκειον κἀκ Λυκείου ξὺν δορὶ ξὺν ἀσπίδι.
 
ἀλλʼ ὅ τι μάλιστα χαριούμεθα ποιοῦντες, ἄγε
 
φράζε· σὲ γὰρ αὐτοκράτορʼ εἵλετʼ ἀγαθή τις ἡμῖν τύχη. 360
Τρυγαῖος
φέρε δὴ κατίδω ποῖ τοὺς λίθους ἀφέλξομεν.
Ἑρμῆς
ὦ μιαρὲ καὶ τολμηρὲ τί ποιεῖν διανοεῖ;
Τρυγαῖος
οὐδὲν πονηρόν, ἀλλʼ ὅπερ καὶ Κιλλικῶν.
Ἑρμῆς
ἀπόλωλας ὦ κακόδαιμον.
Τρυγαῖος
οὐκοῦν ἢν λάχω.
 
Ἑρμῆς γὰρ ὢν κλήρῳ ποιήσεις οἶδʼ ὅτι. 365
Ἑρμῆς
ἀπόλωλας, ἐξόλωλας.
Τρυγαῖος
ἐς τίνʼ ἡμέραν;
Ἑρμῆς
εἰς αὐτίκα μάλʼ.
Τρυγαῖος
ἀλλʼ οὐδὲν ἠμπόληκά πω,
 
οὔτʼ ἄλφιτʼ οὔτε τυρόν, ὡς ἀπολούμενος.
Ἑρμῆς
καὶ μὴν ἐπιτέτριψαί γε.
Τρυγαῖος
κᾆτα τῷ τρόπῳ
 
οὐκ ᾐσθόμην ἀγαθὸν τοσουτονὶ λαβών; 370
Ἑρμῆς
ἆρʼ οἶσθα θάνατον ὅτι προεῖφʼ ὁ Ζεὺς ὃς ἂν
 
ταύτην ἀνορύττων εὑρεθῇ;
Τρυγαῖος
νῦν ἆρά με
 
ἅπασʼ ἀνάγκη ʼστʼ ἀποθανεῖν;
Ἑρμῆς
εὖ ἴσθʼ ὅτι.
Τρυγαῖος
ἐς χοιρίδιόν μοί νυν δάνεισον τρεῖς δραχμάς·
 
δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι. 375
Ἑρμῆς
ὦ Ζεῦ κεραυνοβρόντα.
Τρυγαῖος
μὴ πρὸς τῶν θεῶν
 
ἡμῶν κατείπῃς, ἀντιβολῶ σε δέσποτα.
Ἑρμῆς
οὐκ ἂν σιωπήσαιμι.
Τρυγαῖος
ναὶ πρὸς τῶν κρεῶν,
 
ἁγὼ προθύμως σοι φέρων ἀφικόμην.
Ἑρμῆς
ἀλλʼ ὦ μέλʼ ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι, 380
 
εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι.
Τρυγαῖος
μή νυν λακήσῃς, λίσσομαί σʼ ὦρμῄδιον.
[Choral]
εἰπέ μοι, τί πάσχετʼ ὦνδρες; ἕστατʼ ἐκπεπληγμένοι.
Τρυγαῖος
ὦ πόνηροι μὴ σιωπᾶτʼ· εἰ δὲ μή, λακήσεται.
[Choral 1]
μηδαμῶς ὦ δέσποθʼ Ἑρμῆ, μηδαμῶς, μηδαμῶς, 385
Χορός
εἴ τι κεχαρισμένον χοιρίδιον οἶσθα παρʼ ἐμοῦ γε κατεδηδοκώς,
 
τοῦτο μὴ φαῦλον νόμιζʼ ἐν τῷδε τῷ νῦν πράγματι.
Τρυγαῖος
οὐκ ἀκούεις οἷα θωπεύουσί σʼ ὦναξ δέσποτα;
Χορός
†μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν,† 390
 
ὥστε τήνδε μὴ λαβεῖν·
 
ἀλλὰ χάρισʼ ὦ φιλανθρωπότατε καὶ μεγαλοδωρότατε δαιμόνων,
 
εἴ τι Πεισάνδρου βδελύττει τοὺς λόφους καὶ τὰς ὀφρῦς. 395
 
καί σε θυσίαισιν ἱεραῖσι προσόδοις τε μεγάλαισι
 
διὰ παντὸς ὦ δέσποτʼ ἀγαλοῦμεν ἡμεῖς ἀεί.
Τρυγαῖος
ἴθʼ, ἀντιβολῶ σʼ, ἐλέησον αὐτῶν τὴν ὄπα, 400
 
ἐπεί σε καὶ τιμῶσι μᾶλλον ἢ πρὸ τοῦ.
 
κλέπται γάρ εἰσι νῦν γε μᾶλλον ἢ πρὸ τοῦ.
 
καί σοι φράσω τι πρᾶγμα δεινὸν καὶ μέγα,
 
ὃ τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται.
Ἑρμῆς
ἴθι δὴ κάτειπʼ· ἴσως γὰρ ἂν πείσαις ἐμέ. 405
Τρυγαῖος
ἡ γὰρ Σελήνη χὠ πανοῦργος Ἥλιος
 
ὑμῖν ἐπιβουλεύοντε πολὺν ἤδη χρόνον
 
τοῖς βαρβάροισι προδίδοτον τὴν Ἑλλάδα.
Ἑρμῆς
ἵνα δὴ τί τοῦτο δρᾶτον;
Τρυγαῖος
ὁτιὴ νὴ Δία
 
ἡμεῖς μὲν ὑμῖν θύομεν, τούτοισι δὲ 410
 
οἱ βάρβαροι θύουσι. διὰ τοῦτʼ εἰκότως
 
βούλοιντʼ ἂν ἡμᾶς πάντας ἐξολωλέναι,
 
ἵνα τὰς τελετὰς λάβοιεν αὐτοὶ τῶν θεῶν.
Ἑρμῆς
ταῦτʼ ἄρα πάλαι τῶν ἡμερῶν παρεκλεπτέτην
 
καὶ τοῦ κύκλου παρέτρωγον ὑφʼ ἁμαρτωλίας. 415
Τρυγαῖος
ναὶ μὰ Δία. πρὸς ταῦτʼ ὦ φίλʼ Ἑρμῆ ξύλλαβε
 
ἡμῖν προθύμως τήνδε καὶ ξυνέλκυσον.
 
καί σοι τὰ μεγάλʼ ἡμεῖς Παναθήναιʼ ἄξομεν
 
πάσας τε τὰς ἄλλας τελετὰς τὰς τῶν θεῶν,
 
μυστήριʼ Ἑρμῇ, Διιπόλειʼ, Ἀδώνια· 420
 
ἄλλαι τέ σοι πόλεις πεπαυμέναι κακῶν
 
ἀλεξικάκῳ θύσουσιν Ἑρμῇ πανταχοῦ.
 
χἄτερʼ ἔτι πόλλʼ ἕξεις ἀγαθά. πρῶτον δέ σοι
 
δῶρον δίδωμι τήνδʼ, ἵνα σπένδειν ἔχῃς.
Ἑρμῆς
οἴμʼ ὡς ἐλεήμων εἴμʼ ἀεὶ τῶν χρυσίδων. 425
[Choral]
ὑμέτερον ἐντεῦθεν ἔργον ὦνδρες. ἀλλὰ ταῖς ἄμαις
Ἑρμῆς
εἰσιόντες ὡς τάχιστα τοὺς λίθους ἀφέλκετε.
Χορός
ταῦτα δράσομεν· σὺ δʼ ἡμῖν ὦ θεῶν σοφώτατε
 
ἅττα χρὴ ποιεῖν ἐφεστὼς φράζε δημιουργικῶς·
 
τἄλλα δʼ εὑρήσεις ὑπουργεῖν ὄντας ἡμᾶς οὐ κακούς. 430
Τρυγαῖος
ἄγε δὴ σὺ ταχέως ὕπεχε τὴν φιάλην, ὅπως
 
ἔργῳ ʼφιαλοῦμεν εὐξάμενοι τοῖσιν θεοῖς.
Ἑρμῆς
σπονδὴ σπονδή·
 
εὐφημεῖτε εὐφημεῖτε.
Τρυγαῖος
σπένδοντες εὐχόμεσθα τὴν νῦν ἡμέραν 435
 
Ἕλλησιν ἄρξαι πᾶσι πολλῶν κἀγαθῶν,
 
χὤστις προθύμως ξυλλάβοι τῶν σχοινίων,
 
τοῦτον τὸν ἄνδρα μὴ λαβεῖν ποτʼ ἀσπίδα.
Χορός
μὰ Δίʼ ἀλλʼ ἐν εἰρήνῃ διαγαγεῖν τὸν βίον,
 
ἔχονθʼ ἑταίραν καὶ σκαλεύοντʼ ἄνθρακας. 440
Τρυγαῖος
ὅστις δὲ πόλεμον μᾶλλον εἶναι βούλεται
Χορός
μηδέποτε παύσασθʼ αὐτὸν ὦ Διόνυσʼ ἄναξ
 
ἐκ τῶν ὀλεκράνων ἀκίδας ἐξαιρούμενον.
Τρυγαῖος
κεἴ τις ἐπιθυμῶν ταξιαρχεῖν σοὶ φθονεῖ
 
ἐς φῶς ἀνελθεῖν ὦ πότνιʼ, ἐν ταῖσιν μάχαις 445
Χορός
πάσχοι γε τοιαῦθʼ οἷάπερ Κλεώνυμος.
Τρυγαῖος
κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων,
 
ἵνʼ ἐμπολᾷ βέλτιον, ἐπιθυμεῖ μαχῶν
Χορός
ληφθεὶς ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας.
Τρυγαῖος
κεἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβοι, 450
 
ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένος
Χορός
ἐπὶ τοῦ τροχοῦ γʼ ἕλκοιτο μαστιγούμενος.
Τρυγαῖος
ἡμῖν δʼ ἀγαθὰ γένοιτʼ. ἰὴ παιὼν ἰή.
Χορός
ἄφελε τὸ παίειν ἀλλʼ ἰὴ μόνον λέγε.
Τρυγαῖος
ἰὴ ἰὴ τοίνυν, ἰὴ μόνον λέγω. 455
 
Ἑρμῇ Χάρισιν Ὥραισιν Ἀφροδίτῃ Πόθῳ.
 
Ἄρει δέ;
Χορός
μὴ μή.
Τρυγαῖος
μηδʼ Ἐνυαλίῳ γε;
Χορός
μή.
Τρυγαῖος
ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖσιν κάλῳς.
[Choral 2]
ὦ εἶα.
Χορός
εἶα μάλα. 460
Ἑρμῆς
ὦ εἶα.
Χορός
εἶα ἔτι μάλα.
Ἑρμῆς
ὦ εἶα, ὦ εἶα.
Τρυγαῖος
ἀλλʼ οὐχ ἕλκουσʼ ἅνδρες ὁμοίως.
 
οὐ ξυλλήψεσθʼ; οἷʼ ὀγκύλλεσθʼ· 465
 
οἰμώξεσθʼ οἱ Βοιωτοί.
Ἑρμῆς
εἶά νυν.
Τρυγαῖος
εἶα ὦ.
Χορός
ἀλλʼ ἄγετε ξυνανέλκετε καὶ σφώ.
Τρυγαῖος
οὔκουν ἕλκω κἀξαρτῶμαι 470
 
κἀπεμπίπτω καὶ σπουδάζω;
Χορός
πῶς οὖν οὐ χωρεῖ τοὔργον;
Τρυγαῖος
ὦ Λάμαχʼ ἀδικεῖς ἐμποδὼν καθήμενος.
 
οὐδὲν δεόμεθʼ ὦνθρωπε τῆς σῆς μορμόνος.
Ἑρμῆς
οὐδʼ οἵδε γʼ εἷλκον οὐδὲν ἁργεῖοι πάλαι 475
 
ἀλλʼ ἢ κατεγέλων τῶν ταλαιπωρουμένων,
 
καὶ ταῦτα διχόθεν μισθοφοροῦντες ἄλφιτα.
Τρυγαῖος
ἀλλʼ οἱ Λάκωνες ὦγάθʼ ἕλκουσʼ ἀνδρικῶς.
Χορός
ἆρʼ οἶσθʼ ὅσοι γʼ αὐτῶν ἔχονται τοῦ ξύλου,
 
μόνοι προθυμοῦντʼ· ἀλλʼ ὁ χαλκεὺς οὐκ ἐᾷ. 480
Ἑρμῆς
οὐδʼ οἱ Μεγαρῆς δρῶσʼ οὐδέν· ἕλκουσιν δʼ ὅμως
 
γλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια,
 
ὑπὸ τοῦ γε λιμοῦ νὴ Δίʼ ἐξολωλότες.
Τρυγαῖος
οὐδὲν ποιοῦμεν ὦνδρες· ἀλλ ὁμοθυμαδὸν
 
ἅπασιν ἡμῖν αὖθις ἀντιληπτέον. 485
Ἑρμῆς
ὦ εἶα.
Τρυγαῖος
εἶα μάλα.
Ἑρμῆς
ὦ εἶα.
Τρυγαῖος
εἶα νὴ Δία.
Χορός
μικρόν γε κινοῦμεν. 490
Τρυγαῖος
οὔκουν δεινὸν
 
τοὺς μὲν τείνειν τοὺς δʼ ἀντισπᾶν;
 
πληγὰς λήψεσθʼ ὦργεῖοι.
Ἑρμῆς
εἶά νυν.
Τρυγαῖος
εἶα ὦ. 495
Χορός
ὡς κακόνοι τινές εἰσιν ἐν ἡμῖν.
Τρυγαῖος
ὑμεῖς μὲν γοῦν οἱ κιττῶντες
 
τῆς εἰρήνης σπᾶτʼ ἀνδρείως.
Χορός
ἀλλʼ εἴσʼ οἳ κωλύουσιν.
Ἑρμῆς
ἄνδρες Μεγαρῆς οὐκ ἐς κόρακας ἐρρήσετε; 500
 
μισεῖ γὰρ ὑμᾶς ἡ θεὸς μεμνημένη·
 
πρῶτοι γὰρ αὐτὴν τοῖς σκορόδοις ἠλείψατε.
 
καὶ τοῖς Ἀθηναίοισι παύσασθαι λέγω
 
ἐντεῦθεν ἐχομένοις ὅθεν νῦν ἕλκετε·
 
οὐδὲν γὰρ ἄλλο δρᾶτε πλὴν δικάζετε. 505
 
ἀλλʼ εἴπερ ἐπιθυμεῖτε τήνδʼ ἐξελκύσαι,
 
πρὸς τὴν θάλατταν ὀλίγον ὑποχωρήσατε.
Χορός
ἄγʼ ὦνδρες αὐτοὶ δὴ μόνοι λαβώμεθʼ οἱ γεωργοί.
Ἑρμῆς
χωρεῖ γέ τοι τὸ πρᾶγμα πολλῷ μᾶλλον ὦνδρες ὑμῖν.
Χορός
χωρεῖν τὸ πρᾶγμά φησιν· ἀλλὰ πᾶς ἀνὴρ προθυμοῦ. 510
Τρυγαῖος
οἵ τοι γεωργοὶ τοὔργον ἐξέλκουσι κἄλλος οὐδείς.
[Choral 3]
ἄγε νυν ἄγε πᾶς.
Ἑρμῆς
καὶ μὴν ὁμοῦ ʼστιν ἤδη.
Χορός
μή νυν ἀνῶμεν ἀλλʼ ἐπεντείνωμεν
 
ἀνδρικώτερον. 515
Ἑρμῆς
ἤδη ʼστὶ τοῦτʼ ἐκεῖνο.
Χορός
ὦ εἶα νῦν, ὦ εἶα πᾶς.
 
ὦ εἶα εἶα εἶα εἶα εἶα εἶα.
 
ὦ εἶα εἶα εἶα εἶα εἶα πᾶς.
Τρυγαῖος
ὦ πότνια βοτρυόδωρε τί προσείπω σʼ ἔπος; 520
 
πόθεν ἂν λάβοιμι ῥῆμα μυριάμφορον
 
ὅτῳ προσείπω σʼ; οὐ γὰρ εἶχον οἴκοθεν.
 
ὦ χαῖρʼ Ὀπώρα, καὶ σὺ δʼ ὦ Θεωρία.
 
οἷον δʼ ἔχεις τὸ πρόσωπον ὦ Θεωρία,
 
οἷον δὲ πνεῖς, ὡς ἡδὺ κατὰ τῆς καρδίας, 525
 
γλυκύτατον ὥσπερ ἀστρατείας καὶ μύρου.
Ἑρμῆς
μῶν οὖν ὅμοιον καὶ γυλιοῦ στρατιωτικοῦ;
Τρυγαῖος
ἀπέπτυσʼ ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος.
 
τοῦ μὲν γὰρ ὄζει κρομμυοξυρεγμίας,
 
ταύτης δʼ ὀπώρας, ὑποδοχῆς, Διονυσίων, 530
 
αὐλῶν, τραγῳδῶν, Σοφοκλέους μελῶν, κιχλῶν,
 
ἐπυλλίων Εὐριπίδου—
Ἑρμῆς
κλαύσἄρα σὺ
 
ταύτης καταψευδόμενος· οὐ γὰρ ἥδεται
 
αὕτη ποιητῇ ῥηματίων δικανικῶν.
Τρυγαῖος
κιττοῦ, τρυγοίπου, προβατίων βληχωμένων, 535
 
† κόλπου † γυναικῶν διατρεχουσῶν εἰς ἀγρόν,
 
δούλης μεθυούσης, ἀνατετραμμένου χοῶς,
 
ἄλλων τε πολλῶν κἀγαθῶν—
Ἑρμῆς
ἴθι νυν ἄθρει
 
οἷον πρὸς ἀλλήλας λαλοῦσιν αἱ πόλεις
 
διαλλαγεῖσαι καὶ γελῶσιν ἄσμεναι, 540
 
καὶ ταῦτα δαιμονίως ὑπωπιασμέναι
 
ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι.
Τρυγαῖος
καὶ τῶνδε τοίνυν τῶν θεωμένων σκόπει
 
τὰ πρόσωφʼ, ἵνα γνῷς τὰς τέχνας.
Ἑρμῆς
αἰβοῖ τάλας,
Τρυγαῖος
ἐκεινονὶ γοῦν τὸν λοφοποιὸν οὐχ ὁρᾷς 545
 
τίλλονθʼ ἑαυτόν;
Ἑρμῆς
ὁ δέ γε τὰς σμινύας ποιῶν
 
κατέπαρδεν ἄρτι τοῦ ξιφουργοῦ ʼκεινουί.
Τρυγαῖος
ὁ δὲ δρεπανουργὸς οὐχ ὁρᾷς ὡς ἥδεται,
 
καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν;
Ἑρμῆς
ἴθι νυν ἄνειπε τοὺς γεωργοὺς ἀπιέναι. 550
Τρυγαῖος
ἀκούετε λεῴ· τοὺς γεωργοὺς ἀπιέναι
 
τὰ γεωργικὰ σκεύη λαβόντας εἰς ἀγρὸν
[Choral]
ὡς τάχιστʼ ἄνευ δορατίου καὶ ξίφους κἀκοντίου·
Τρυγαῖος
ὡς ἅπαντʼ ἤδη ʼστὶ μεστὰ τἀνθάδʼ εἰρήνης σαπρᾶς.
 
ἀλλὰ πᾶς χώρει πρὸς ἔργον εἰς ἀγρὸν παιωνίσας. 555
Χορός
ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα,
 
ἄσμενός σʼ ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους,
 
τάς τε συκᾶς, ἃς ἐγὼ ʼφύτευον ὢν νεώτερος,
 
ἀσπάσασθαι θυμὸς ἡμῖν ἐστι πολλοστῷ χρόνῳ.
Τρυγαῖος
νῦν μὲν οὖν ὦνδρες προσευξώμεσθα πρῶτον τῇ θεῷ, 560
 
ἥπερ ἡμῶν τοὺς λόφους ἀφεῖλε καὶ τὰς Γοργόνας·
 
εἶθʼ ὅπως Λιταργιοῦμεν οἴκαδʼ ἐς τὰ χωρία,
 
ἐμπολήσαντές τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.
Ἑρμῆς
ὦ Πόσειδον ὡς καλὸν τὸ στῖφος αὐτῶν φαίνεται
 
καὶ πυκνὸν καὶ γοργὸν ὥσπερ μᾶζα καὶ πανδαισία. 565
Τρυγαῖος
νὴ Δίʼ ἡ γὰρ σφῦρα λαμπρὸν ἦν ἄρʼ ἐξωπλισμένη,
 
αἵ τε θρίνακες διαστίλβουσι πρὸς τὸν ἥλιον.
 
ἦ καλῶς αὐτῶν ἀπαλλάξειεν ἂν μετόρχιον.
 
ὥστʼ ἔγωγʼ ἤδη ʼπιθυμῶ καὐτὸς ἐλθεῖν εἰς ἀγρὸν
 
καὶ τριαινοῦν τῇ δικέλλῃ διὰ χρόνου τὸ γῄδιον. 570
 
ἀλλʼ ἀναμνησθέντες ὦνδρες
 
τῆς διαίτης τῆς παλαιᾶς,
 
ἣν παρεῖχʼ αὕτη ποθʼ ἡμῖν,
 
τῶν τε παλασίων ἐκείνων
 
τῶν τε σύκων τῶν τε μύρτων, 575
 
τῆς τρυγός τε τῆς γλυκείας
 
τῆς ἰωνιᾶς τε τῆς πρὸς
 
τῷ φρέατι τῶν τʼ ἐλαῶν
 
ὧν ποθοῦμεν,
 
ἀντὶ τούτων τήνδε νυνὶ 580
 
τὴν θεὸν προσείπατε.
[Choral 2]
χαῖρε χαῖρʼ, ὡς ἀσμένοισιν ἦλθες, ὦ φιλτάτη.
Χορός
σῷ γὰρ ἐδάμην πόθῳ, δαιμόνια βουλόμενος εἰς ἀγρὸν ἀνερπύσαι 585
 
 
ἦσθα γὰρ μέγιστον ἡμῖν κέρδος ὦ ποθουμένη
 
πᾶσιν ὁπόσοι γεωργὸν βίον ἐτρίβομεν.
 
μόνη γὰρ ἡμᾶς ὠφέλεις. 590
 
πολλὰ γὰρ ἐπάσχομεν πρίν ποτʼ ἐπὶ σοῦ γλυκέα κἀδάπανα καὶ φίλα.
 
τοῖς ἀγροίκοισιν γὰρ ἦσθα χῖδρα καὶ σωτηρία. 595
 
ὥστε σὲ τά τʼ ἀμπέλια καὶ τὰ νέα συκίδια
 
τἄλλα θʼ ὁπόσʼ ἔστι φυτὰ
 
προσγελάσεται λαβόντʼ ἄσμενα. 600
[Choral]
ἀλλὰ ποῦ ποτʼ ἦν ἀφʼ ἡμῶν τὸν πολὺν τοῦτον χρόνον
Χορός
ἥδε; τοῦθʼ ἡμᾶς δίδαξον ὦ θεῶν εὐνούστατε.
Ἑρμῆς
ὦ σοφώτατοι γεωργοί, τἀμὰ δὴ ξυνίετε
 
ῥήματʼ, εἰ βούλεσθʼ ἀκοῦσαι τήνδʼ ὅπως ἀπώλετο.
 
πρῶτα μὲν γὰρ †αὐτῆς ἦρξεν† Φειδίας πράξας κακῶς· 605
 
εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχοι τῆς τύχης,
 
τὰς φύσεις ὑμῶν δεδοικὼς καὶ τὸν αὐτοδὰξ τρόπον,
 
πρὶν παθεῖν τι δεινὸν αὐτός, ἐξέφλεξε τὴν πόλιν.
 
ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος,
 
ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ 610
 
πάντας Ἕλληνας δακρῦσαι, τούς τʼ ἐκεῖ τούς τʼ ἐνθάδε.
 
ὡς δʼ ἅπαξ †τὸ πρῶτον ἄκουσʼ† ἐψόφησεν ἄμπελος
 
καὶ πίθος πληγεὶς ὑπʼ ὀργῆς ἀντελάκτισεν πίθῳ,
 
οὐκέτʼ ἦν οὐδεὶς ὁ παύσων, ἥδε δʼ ἠφανίζετο.
Τρυγαῖος
ταῦτα τοίνυν μὰ τὸν Ἀπόλλω ʼγὼ ʼπεπύσμην οὐδενός, 615
 
οὐδʼ ὅπως αὐτῇ προσήκοι Φειδίας ἠκηκόη.
Χορός
οὐδʼ ἔγωγε πλήν γε νυνί. ταῦτʼ ἄρʼ εὐπρόσωπος ἦν,
 
οὖσα συγγενὴς ἐκείνου. πολλά γʼ ἡμᾶς λανθάνει.
Ἑρμῆς
κᾆτʼ ἐπειδὴ ʼγνωσαν ὑμᾶς αἱ πόλεις ὧν ἤρχετε
 
ἠγριωμένους ἐπʼ ἀλλήλοισι καὶ σεσηρότας, 620
 
πάντʼ ἐμηχανῶντʼ ἐφʼ ὑμῖν τοὺς φόρους φοβούμεναι,
 
κἀνέπειθον τῶν Λακώνων τοὺς μεγίστους χρήμασιν.
 
οἱ δʼ ἅτʼ ὄντες αἰσχροκερδεῖς καὶ διειρωνόξενοι
 
τήνδʼ ἀπορρίψαντες αἰσχρῶς τὸν πόλεμον ἀνήρπασαν·
 
κᾆτα τἀκείνων γε κέρδη τοῖς γεωργοῖς ἦν κακά· 625
 
αἱ γὰρ ἐνθένδʼ αὖ τριήρεις ἀντιτιμωρούμεναι
 
οὐδὲν αἰτίων ἂν ἀνδρῶν τὰς κράδας κατήσθιον.
Τρυγαῖος
ἐν δίκῃ μὲν οὖν, ἐπεί τοι τὴν κορώνεών γέ μου
 
ἐξέκοψαν, ἣν ἐγὼ ʼφύτευσα κἀξεθρεψάμην.
Χορός
νὴ Δίʼ ὦ μέλʼ ἐνδίκως γε δῆτʼ, ἐπεὶ κἀμοῦ λίθον 630
 
ἐμβαλόντες ἑξμέδιμνον κυψέλην ἀπώλεσαν.
Ἑρμῆς
κᾆτα δʼ ὡς ἐκ τῶν ἀγρῶν ξυνῆλθεν οὑργάτης λεώς,
 
τὸν τρόπον πωλούμενος τὸν αὐτὸν οὐκ ἐμάνθανεν,
 
ἀλλʼ ἅτʼ ὢν ἄνευ γιγάρτων καὶ φιλῶν τὰς ἰσχάδας
 
ἔβλεπεν πρὸς τοὺς λέγοντας· οἱ δὲ γιγνώσκοντες εὖ 635
 
τοὺς πένητας ἀσθενοῦντας κἀποροῦντας ἀλφίτων,
 
τήνδε μὲν δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν,
 
πολλάκις φανεῖσαν αὐτὴν τῆσδε τῆς χώρας πόθῳ,
 
τῶν δὲ συμμάχων ἔσειον τοὺς παχεῖς καὶ πλουσίους,
 
αἰτίας ἂν προστιθέντες, ὡς φρονεῖ τὰ Βρασίδου. 640
 
εἶτʼ ἂν ὑμεῖς τοῦτον ὥσπερ κυνίδιʼ ἐσπαράττετε·
 
ἡ πόλις γὰρ ὠχριῶσα κἀν φόβῳ καθημένη,
 
ἅττα διαβάλοι τις αὐτῇ, ταῦτʼ ἂν ἥδιστʼ ἤσθιεν.
 
οἳ δὲ τὰς πληγὰς ὁρῶντες ἃς ἐτύπτονθʼ οἱ ξένοι
 
χρυσίῳ τῶν ταῦτα ποιούντων ἐβύνουν τὸ στόμα, 645
 
ὥστʼ ἐκείνους μὲν ποιῆσαι πλουσίους, ἡ δʼ Ἑλλὰς ἂν
 
ἐξερημωθεῖσʼ ἂν ὑμᾶς ἔλαθε. ταῦτα δʼ ἦν ὁ δρῶν
 
βυρσοπώλης.
Τρυγαῖος
παῦε παῦʼ ὦ δέσποθʼ Ἑρμῆ, μὴ λέγε,
 
ἀλλʼ ἔα τὸν ἄνδρʼ ἐκεῖνον οὗπερ ἔστʼ εἶναι κάτω·
 
οὐ γὰρ ἡμέτερος ἔτʼ ἔστʼ ἐκεῖνος ἁνὴρ ἀλλὰ σός. 650
 
ἅττʼ ἂν οὖν λέγῃς ἐκεῖνον,
 
κεἰ πανοῦργος ἦν, ὅτʼ ἔζη,
 
καὶ λάλος καὶ συκοφάντης
 
καὶ κύκηθρον καὶ τάρακτρον,
 
ταῦθʼ ἁπαξάπαντα νυνὶ 655
 
τοὺς σεαυτοῦ λοιδορεῖς.
 
ἀλλʼ ὅ τι σιωπᾷς ὦ πότνια κάτειπέ μοι.
Ἑρμῆς
ἀλλʼ οὐκ ἂν εἴποι πρός γε τοὺς θεωμένους·
 
ὀργὴν γὰρ αὐτοῖς ὧν ἔπαθε πολλὴν ἔχει.
Τρυγαῖος
ἡ δʼ ἀλλὰ πρὸς σὲ μικρὸν εἰπάτω μόνον. 660
Ἑρμῆς
εἴφʼ ὅ τι νοεῖς αὐτοῖσι πρὸς ἔμʼ ὦ φιλτάτη.
 
ἴθʼ ὦ γυναικῶν μισοπορπακιστάτη.
 
εἶεν, ἀκούω. ταῦτʼ ἐπικαλεῖς; μανθάνω.
 
ἀκούσαθʼ ὑμεῖς ὧν ἕνεκα μομφὴν ἔχει.
 
ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλῳ 665
 
σπονδῶν φέρουσα τῇ πόλει κίστην πλέαν
 
ἀποχειροτονηθῆναι τρὶς ἐν τἠκκλησίᾳ.
Τρυγαῖος
ἡμάρτομεν ταῦτʼ· ἀλλὰ συγγνώμην ἔχε·
 
ὁ νοῦς γὰρ ἡμῶν ἦν τότʼ ἐν τοῖς σκύτεσιν.
Ἑρμῆς
ἴθι νυν ἄκουσον οἷον ἄρτι μʼ ἤρετο, 670
 
ὅστις κακόνους αὐτῇ μάλιστʼ ἦν ἐνθάδε,
 
χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας.
Τρυγαῖος
εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος.
Ἑρμῆς
ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰ
 
ὁ Κλεώνυμος; 675
Τρυγαῖος
ψυχήν γʼ ἄριστος πλήν γʼ ὅτι 675
 
οὐκ ἦν ἄρʼ οὗπέρ φησιν εἶναι τοῦ πατρός.
 
εἰ γάρ ποτʼ ἐξέλθοι στρατιώτης, εὐθέως
 
ἀποβολιμαῖος τῶν ὅπλων ἐγίγνετο.
Ἑρμῆς
ἔτι νῦν ἄκουσον οἷον ἄρτι μʼ ἤρετο,
 
ὅστις κρατεῖ νῦν τοῦ λίθου τοῦ ʼν τῇ πυκνί. 680
Τρυγαῖος
Ὑπέρβολος νῦν τοῦτʼ ἔχει τὸ χωρίον.
 
αὕτη τί ποιεῖς; τὴν κεφαλὴν ποῖ περιάγεις;
Ἑρμῆς
ἀποστρέφεται τὸν δῆμον ἀχθεσθεῖσʼ ὅτι
 
αὑτῷ πονηρὸν προστάτην ἐπεγράψατο.
Τρυγαῖος
ἀλλʼ οὐκέτʼ αὐτῷ χρησόμεθʼ οὐδέν, ἀλλὰ νῦν 685
 
ἀπορῶν ὁ δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢν
 
τοῦτον τέως τὸν ἄνδρα περιεζώσατο.
Ἑρμῆς
πῶς οὖν ξυνοίσει ταῦτʼ ἐρωτᾷ τῇ πόλει.
Τρυγαῖος
εὐβουλότεροι γενησόμεθα.
Ἑρμῆς
τρόπῳ τίνι;
Τρυγαῖος
ὅτι τυγχάνει λυχνοποιὸς ὤν. πρὸ τοῦ μὲν οὖν 690
 
ἐψηλαφῶμεν ἐν σκότῳ τὰ πράγματα,
 
νυνὶ δʼ ἅπαντα πρὸς λύχνον βουλεύσομεν.
Ἑρμῆς
ὢ ὤ,
 
οἷά μʼ ἐκέλευσεν ἀναπυθέσθαι σου.
Τρυγαῖος
τὰ τί;
Ἑρμῆς
πάμπολλα καὶ τἀρχαῖʼ ἃ κατέλιπεν τότε·
 
πρῶτον δʼ ὅ τι πράττει Σοφοκλέης ἀνήρετο. 695
Τρυγαῖος
εὐδαιμονεῖ, πάσχει δὲ θαυμαστόν.
Ἑρμῆς
τὸ τί;
Τρυγαῖος
ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης.
Ἑρμῆς
Σιμωνίδης; πῶς;
Τρυγαῖος
ὅτι γέρων ὢν καὶ σαπρὸς
 
κέρδους ἕκατι κἂν ἐπὶ ῥιπὸς πλέοι.
Ἑρμῆς
τί δαί; Κρατῖνος ὁ σοφὸς ἔστιν; 700
Τρυγαῖος
ἀπέθανεν 700
 
ὅθʼ οἱ Λάκωνες ἐνέβαλον.
Ἑρμῆς
τί παθών;
Τρυγαῖος
ὅ τι;
 
ὼρακιάσας· οὐ γὰρ ἐξηνέσχετο
 
ἰδὼν πίθον καταγνύμενον οἴνου πλέων.
 
χἄτερα πόσʼ ἄττʼ οἴει γεγενῆσθʼ ἐν τῇ πόλει;
 
ὥστʼ οὐδέποτʼ ὦ δέσποινʼ ἀφησόμεσθά σου. 705
Ἑρμῆς
ἴθι νυν ἐπὶ τούτοις τὴν Ὀπώραν λάμβανε
 
γυναῖκα σαυτῷ τήνδε· κᾆτʼ ἐν τοῖς ἀγροῖς
 
ταύτῃ ξυνοικῶν ἐκποιοῦ σαυτῷ βότρυς.
Τρυγαῖος
ὦ φιλτάτη δεῦρʼ ἐλθὲ καὶ δός μοι κύσαι.
 
ἆρʼ ἂν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶ 710
 
ὦ δέσποθʼ Ἑρμῆ τῆς Ὀπώρας κατελάσας;
Ἑρμῆς
οὐκ εἴ γε κυκεῶνʼ ἐπιπίοις βληχωνίαν.
 
ἀλλʼ ὡς τάχιστα τήνδε τὴν Θεωρίαν
 
ἀπάγαγε τῇ βουλῇ λαβών, ἧσπέρ ποτʼ ἦν.
Τρυγαῖος
ὦ μακαρία βουλὴ σὺ τῆς Θεωρίας, 715
 
ὅσον ῥοφήσει ζωμὸν ἡμερῶν τριῶν,
 
ὅσας δὲ κατέδει ξόλικας ἑφθὰς καὶ κρέα.
 
ἀλλʼ ὦ φίλʼ Ἑρμῆ χαῖρε πολλά.
Ἑρμῆς
καὶ σύ γε
 
ὦνθρωπε χαίρων ἄπιθι καὶ μέμνησό μου.
Τρυγαῖος
ὦ κάνθαρʼ οἴκαδʼ οἴκαδʼ ἀποπετώμεθα. 720
Ἑρμῆς
οὐκ ἐνθάδʼ ὦ τᾶν ἔστι.
Τρυγαῖος
ποῖ γὰρ οἴχεται;
Ἑρμῆς
ὑφʼ ἅρματʼ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.
Τρυγαῖος
πόθεν οὖν ὁ τλήμων ἐνθάδʼ ἕξει σιτία;
Ἑρμῆς
τὴν τοῦ Γανυμήδους ἀμβροσίαν σιτήσεται.
Τρυγαῖος
πῶς δῆτʼ ἐγὼ καταβήσομαι; 725
Ἑρμῆς
θάρρει, καλῶς· 725
 
τῃδὶ παρʼ αὐτὴν τὴν θεόν.
Τρυγαῖος
δεῦρʼ ὦ κόραι
 
ἕπεσθον ἅμʼ ἐμοὶ θᾶττον, ὡς πολλοὶ πάνυ
 
ποθοῦντες ὑμᾶς ἀναμένουσʼ ἐστυκότες.
[Parabasis]
ἀλλʼ ἴθι χαίρων· ἡμεῖς δὲ τέως τάδε τὰ σκεύη παραδόντες
Χορός
τοῖς ἀκολούθοις δῶμεν σῴζειν, ὡς εἰώθασι μάλιστα 730
 
περὶ τὰς σκηνὰς πλεῖστοι κλέπται κυπτάζειν καὶ κακοποιεῖν.
 
ἀλλὰ φυλάττετε ταῦτʼ ἀνδρείως· ἡμεῖς δʼ αὖ τοῖσι θεαταῖς
 
ἣν ἔχομεν ὁδὸν λόγων εἴπωμεν ὅσα τε νοῦς ἔχει.
 
χρῆν μὲν τύπτειν τοὺς ῥαβδούχους, εἴ τις κωμῳδοποιητὴς
 
αὑτὸν ἐπῄνει πρὸς τὸ θέατρον παραβὰς ἐν τοῖς ἀναπαίστοις· 735
 
εἰ δʼ οὖν εἰκός τινα τιμῆσαι, θύγατερ Διός, ὅστις ἄριστος
 
κωμῳδοδιδάσκαλος ἀνθρώπων καὶ κλεινότατος γεγένηται,
 
ἄξιος εἶναί φησʼ εὐλογίας μεγάλης ὁ διδάσκαλος ἡμῶν.
 
πρῶτον μὲν γὰρ τοὺς ἀντιπάλους μόνος ἀνθρώπων κατέπαυσεν
 
ἐς τὰ ῥάκια σκώπτοντας ἀεὶ καὶ τοῖς φθειρσὶν πολεμοῦντας, 740
 
τούς θʼ Ἡρακλέας τοὺς μάττοντας καὶ τοὺς πεινῶντας ἐκείνους
 
ἐξήλασʼ ἀτιμώσας πρῶτος, καὶ τοὺς δούλους παρέλυσεν
 
τοὺς φεύγοντας κἀξαπατῶντας καὶ τυπτομένους ἐπίτηδες,
 
οὓς ἐξῆγον κλάοντας ἀεί, καὶ τούτους οὕνεκα τουδί,
 
ἵνʼ ὁ σύνδουλος σκώψας αὐτοῦ τὰς πληγὰς εἶτʼ ἀνέροιτο, 745
 
ὦ κακόδαιμον τί τὸ δέρμʼ ἔπαθες; μῶν ὑστριχὶς εἰσέβαλέν σοι
 
ἐς τὰς πλευρὰς πολλῇ στρατιᾷ κἀδενδροτόμησε τὸ νῶτον;
 
τοιαῦτʼ ἀφελὼν κακὰ καὶ φόρτον καὶ βωμολοχεύματʼ ἀγεννῆ
 
ἐποίησε τέχνην μεγάλην ἡμῖν κἀπύργωσʼ οἰκοδομήσας
 
ἔπεσιν μεγάλοις καὶ διανοίαις καὶ σκώμμασιν οὐκ ἀγοραίοις, 750
 
οὐκ ἰδιώτας ἀνθρωπίσκους κωμῳδῶν οὐδὲ γυναῖκας,
 
ἀλλʼ Ἡρακλέους ὀργήν τινʼ ἔχων τοῖσι μεγίστοις ἐπεχείρει,
 
διαβὰς βυρσῶν ὀσμὰς δεινὰς κἀπειλὰς βορβοροθύμους,
 
καὶ πρῶτον μὲν μάχομαι πάντων αὐτῷ τῷ καρχαρόδοντι,
 
οὗ δεινόταται μὲν ἀπʼ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον, 755
 
ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο
 
περὶ τὴν κεφαλήν, φωνὴν δʼ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας,
 
φώκης δʼ ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.
 
τοιοῦτον ἰδὼν τέρας οὐ κατέδεισʼ, ἀλλʼ ὑπὲρ ὑμῶν πολεμίζων
 
ἀντεῖχον ἀεὶ καὶ τῶν ἄλλων νήσων. ὧν οὕνεκα νυνὶ 760
 
ἀποδοῦναί μοι τὴν χάριν ὑμᾶς εἰκὸς καὶ μνήμονας εἶναι.
 
καὶ γὰρ πρότερον πράξας κατὰ νοῦν οὐχὶ παλαίστρας περινοστῶν
 
παῖδας ἐπείρων, ἀλλʼ ἀράμενος τὴν σκευὴν εὐθὺς ἐχώρουν,
 
παῦρʼ ἀνιάσας, πόλλʼ εὐφράνας, πάντα παρασχὼν τὰ δέοντα.
 
πρὸς ταῦτα χρεὼν εἶναι μετʼ ἐμοῦ 765
 
καὶ τοὺς ἄνδρας καὶ τοὺς παῖδας·
 
καὶ τοῖς φαλακροῖσι παραινοῦμεν
 
ξυσπουδάζειν περὶ τῆς νίκης.
 
πᾶς γάρ τις ἐρεῖ νικῶντος ἐμοῦ
 
κἀπὶ τραπέζῃ καὶ ξυμποσίοις, 770
 
φέρε τῷ φαλακρῷ, δὸς τῷ φαλακρῷ
 
τῶν τρωγαλίων, καὶ μἀφαίρει
 
γενναιοτάτου τῶν ποιητῶν
 
ἀνδρὸς τὸ μέτωπον ἔχοντος.
[Parabasis 1]
Μοῦσα σὺ μὲν πολέμους ἀπωσαμένη μετʼ ἐμοῦ 775
Χορός
τοῦ φίλου χόρευσον,
 
κλείουσα θεῶν τε γάμους ἀνδρῶν τε δαῖτας
 
καὶ θαλίας μακάρων· σοὶ γὰρ τάδʼ ἐξ ἀρχῆς μέλει. 780
 
ἢν δέ σε Καρκίνος ἐλθὼν
 
ἀντιβολῇ μετὰ τῶν παίδων χορεῦσαι,
 
μήθʼ ὑπάκουε μήτʼ ἔλθῃς 785
 
συνέριθος αὐτοῖς,
 
ἀλλὰ νόμιζε πάντας
 
ὄρτυγας οἰκογενεῖς γυλιαύχενας ὀρχηστὰς
 
ναννοφυεῖς σφυράδων ἀποκνίσματα μηχανοδίφας. 790
 
καὶ γὰρ ἔφασχʼ ὁ πατὴρ ὃ παρʼ ἐλπίδας
 
εἶχε τὸ δρᾶμα γαλῆν τῆς ἑσπέρας ἀπάγξαι. 795
 
τοιάδε χρὴ Χαρίτων δαμώματα καλλικόμων
 
τὸν σοφὸν ποιητὴν
 
ὑμνεῖν, ὅταν ἠρινὰ μὲν φωνῇ χελιδὼν 800
 
ἑζομένη κελαδῇ, χορὸν δὲ μὴ ʼχῃ Μόρσιμος
 
μηδὲ Μελάνθιος, οὗ δὴ
 
πικροτάτην ὄπα γηρύσαντος ἤκουσʼ 805
 
ἡνίκα τῶν τραγῳδῶν
 
τὸν χορὸν εἶχον ἁδελφός
 
τε και αὐτός, ἄμφω
 
Γοργόνες ὀψοφάγοι βατιδοσκόποι Ἅρπυιαι, 810
 
γραοσόβαι μιαροὶ τραγομάσχαλοι ἰχθυολῦμαι·
 
ὧν καταχρεμψαμένη μέγα καὶ πλατὺ 815
 
Μοῦσα θεὰ μετʼ ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν.
Τρυγαῖος
ὡς χαλεπὸν ἐλθεῖν ἦν ἄρʼ εὐθὺ τῶν θεῶν.
 
ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλει. 820
 
μικροὶ δʼ ὁρᾶν ἄνωθεν ἦστʼ. ἔμοιγέ τοι
 
ἀπὸ τοὐρανοῦ ʼφαίνεσθε κακοήθεις πάνυ,
 
ἐντευθενὶ δὲ πολύ τι κακοηθέστεροι.
Οἰκέτης
ὦ δέσποθʼ ἥκεις;
Τρυγαῖος
ὡς ἐγὼ ʼπυθόμην τινός.
Οἰκέτης
τί δʼ ἔπαθες; 825
Τρυγαῖος
ἤλγουν τὼ σκέλει μακρὰν ὁδὸν 825
 
διεληλυθώς.
Οἰκέτης
ἴθι νυν κάτειπέ μοι—
Τρυγαῖος
τὸ τί;
Οἰκέτης
ἄλλον τινʼ εἶδες ἄνδρα κατὰ τὸν ἀέρα
 
πλανώμενον πλὴν σαυτόν;
Τρυγαῖος
οὔκ, εἰ μή γέ που
 
ψυχὰς δύʼ ἢ τρεῖς διθυραμβοδιδασκάλων.
Οἰκέτης
τί δʼ ἔδρων; 830
Τρυγαῖος
ξυνελέγοντʼ ἀναβολὰς ποτώμεναι 830
 
τὰς ἐνδιαεριαυερινηχέτους τινάς.
Οἰκέτης
οὐκ ἦν ἄρʼ οὐδʼ ἃ λέγουσι, κατὰ τὸν ἀέρα
 
ὡς ἀστέρες γιγνόμεθʼ, ὅταν τις ἀποθάνῃ;
Τρυγαῖος
μάλιστα.
Οἰκέτης
καὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ;
Τρυγαῖος
Ἴων ὁ Χῖος, ὅσπερ ἐποίησεν πάλαι 835
 
ἐνθάδε τὸν ἀοῖόν ποθʼ· ὡς δʼ ἦλθʼ, εὐθέως
 
ἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα.
Οἰκέτης
τίνες γάρ εἰσʼ οἱ διατρέχοντες ἀστέρες,
 
οἳ καόμενοι θέουσιν;
Τρυγαῖος
ἀπὸ δείπνου τινὲς
 
τῶν πλουσίων οὗτοι βαδίζουσʼ ἀστέρων, 840
 
ἰπνοὺς ἔχοντες, ἐν δὲ τοῖς ἰπνοῖσι πῦρ.
 
ἀλλʼ εἴσαγʼ ὡς τάχιστα ταυτηνὶ λαβών,
 
καὶ τὴν πύελον κατάκλυζε καὶ θέρμαινʼ ὕδωρ,
 
στόρνυ τʼ ἐμοὶ καὶ τῇδε κουρίδιον λέχος.
 
καὶ ταῦτα δράσας ἧκε δεῦρʼ αὖθις πάλιν· 845
 
ἐγὼ δʼ ἀποδώσω τήνδε τῇ βουλῇ τέως.
Οἰκέτης
πόθεν δʼ ἔλαβες ταύτας;
Τρυγαῖος
ὁπόθεν; ἐκ τοὐρανοῦ.
Οἰκέτης
οὐκ ἂν ἔτι δοίην τῶν θεῶν τριώβολον,
 
εἰ πορνοβοσκοῦσʼ ὥσπερ ἡμεῖς οἱ βροτοί.
Τρυγαῖος
οὔκ, ἀλλὰ κἀκεῖ ζῶσιν ἀπὸ τούτων τινές. 850
 
ἄγε νυν ἴωμεν.
Οἰκέτης
εἰπέ μοι, δῶ καταφαγεῖν
 
ταύτῃ τι;
Τρυγαῖος
μηδέν· οὐ γὰρ ἐθελήσει θαγεῖν
 
οὔτʼ ἄρτον οὔτε μᾶζαν, εἰωθυῖʼ ἀεὶ
 
παρὰ τοῖς θεοῖσιν ἀμβροσίαν λείχειν ἄνω.
Οἰκέτης
λείχειν ἄρʼ αὐτῇ κἀνθάδε σκευαστέον. 855
[Lyric-Scene 1]
εὐδαιμονικῶς γʼ ὁ πρεσβύτης,
Χορός
ὅσα γʼ ὧδʼ ἰδεῖν,
 
τὰ νῦν τάδε πράττει.
Τρυγαῖος
τί δῆτʼ ἐπειδὰν νυμφίον μʼ ὁρᾶτε λαμπρὸν ὄντα;
Χορός
ζηλωτὸς ἔσει, γέρον, 860
 
αὖθις νέος ὢν πάλιν,
 
μύρῳ κατάλειπτος.
Τρυγαῖος
οἶμαι. τί δῆθʼ ὅταν ξυνὼν τῶν τιτθίων ἔχωμαι;
Χορός
εὐδαιμονέστερος φανεῖ τῶν Καρκίνου στροβίλων.
Τρυγαῖος
οὔκουν δικαίως; ὅστις εἰς 865
 
ὄχημα κανθάρου ʼπιβὰς 865
 
ἔσωσα τοὺς Ἕλληνας, ὥστʼ
 
ἐν τοῖς ἀγροῖσιν αὐτοὺς
 
ἅπαντας ὄντας ἀσφαλῶς
 
βινεῖν τε καὶ καθεύδειν.
[Lyric-Scene]
ἡ παῖς λέλουται καὶ τὰ τῆς πυγῆς καλά·
Οἰκέτης
ὁ πλακοῦς πέπεπται, σησαμῆ ξυμπλάττεται.
 
καὶ τἄλλʼ ἁπαξάπαντα· τοῦ πέους δὲ δεῖ. 870
Τρυγαῖος
ἴθι νυν ἀποδῶμεν τήνδε τὴν Θεωρίαν
 
ἀνύσαντε τῇ βουλῇ.
Οἰκέτης
τίς αὑτηί;
Τρυγαῖος
τί φῄς;
 
αὕτη Θεωρία ʼστίν.
Οἰκέτης
ἣν ἡμεῖς ποτε
 
ἐπαίομεν Βραυρωνάδʼ ὑποπεπωκότες;
Τρυγαῖος
σάφʼ ἴσθι, κἀλήφθη γε μόλις. 875
Οἰκέτης
ὦ δέσποτα 875
 
ὅσην ἔχει τὴν πρωκτοπεντετηρίδα.
Τρυγαῖος
εἶεν, τίς ἐσθʼ ὑμῶν δίκαιος, τίς ποτε;
 
τίς διαφυλάξει τήνδε τῇ βουλῇ λαβών;
 
οὗτος τί περιγράφεις;
Οἰκέτης
τὸ δεῖνʼ εἰς Ἴσθμια
 
σκηνὴν ἐμαυτοῦ τῷ πέει καταλαμβάνω. 880
Τρυγαῖος
οὔπω λέγεθʼ ὑμεῖς τίς ὁ φυλάξων. δεῦρο σύ·
 
καταθήσομαι γὰρ αὐτὸς ἐς μέσους ἄγων.
Οἰκέτης
ἐκεινοσὶ νεύει.
Τρυγαῖος
τίς;
Οἰκέτης
ὅστις; Ἀριφράδης,
 
ἄγειν παρʼ αὑτὸν ἀντιβολῶν.
Τρυγαῖος
ἀλλʼ ὦ μέλε
 
τὸν ζωμὸν αὐτῆς προσπεσὼν ἐκλάψεται. 885
 
ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί.
 
βουλή, πρυτάνεις, ὁρᾶτε τὴν Θεωρίαν.
 
σκέψασθʼ ὅσʼ ὑμῖν ἀγαθὰ παραδώσω φέρων,
 
ὥστʼ εὐθέως ἄραντας ὑμᾶς τὼ σκέλει
 
ταύτης μετέωρα καταγαγεῖν ἀνάρρυσιν. 890
 
τουτὶ δʼ ὁρᾶτʼ ὀπτάνιον ἡμῖν ὡς καλόν.
Οἰκέτης
διὰ ταῦτα καὶ κεκάπνικʼ ἄρʼ· ἐνταυθοῖ γὰρ οὖν
 
πρὸ τοῦ πολέμου τὰ λάσανα τῇ βουλῇ ποτʼ ἦν.
Τρυγαῖος
ἔπειτʼ ἀγῶνά γʼ εὐθὺς ἐξέσται ποιεῖν
 
ταύτην ἔχουσιν αὔριον καλὸν πάνυ, 895
 
ἐπὶ γῆς παλαίειν, τετραποδηδὸν ἑστάναι,
 
πλαγίαν καταβάλλειν, ἐς γόνατα κύβδʼ ἑστάναι,
 
καὶ παγκράτιόν γʼ ὑπαλειψαμένοις νεανικῶς
 
παίειν ὀρύττειν πὺξ ὁμοῦ καὶ τῷ πέει·
 
τρίτῃ δὲ μετὰ ταῦθʼ ἱπποδρομίαν ἄξετε, 900
 
ἵνα δὴ κέλης κέλητα παρακελητιεῖ,
 
ἅρματα δʼ ἐπʼ ἀλλήλοισιν ἀνατετραμμένα
 
φυσῶντα καὶ πνέοντα προσκινήσεται·
 
ἕτεροι δὲ κείσονταί γʼ ἀπεψωλημένοι
 
περὶ ταῖσι καμπαῖς ἡνίοχοι πεπτωκότες. 905
 
ἀλλʼ ὦ πρυτάνεις δέχεσθε τὴν Θεωρίαν.
 
θέασʼ ὡς προθύμως ὁ πρύτανις παρεδέξατο.
 
ἀλλʼ οὐκ ἂν εἴ τι προῖκα προσαγαγεῖν σʼ ἔδει,
 
ἀλλʼ ηὗρον ἄν σʼ ὑπέχοντα τὴν ἐκεχειρίαν.
[Lyric-Scene 1]
ἦ χρηστὸς ἀνὴρ πολίτης 910
Χορός
ἐστὶν ἅπασιν ὅστις
 
γʼ ἐστὶ τοιοῦτος.
Τρυγαῖος
ὅταν τρυγᾶτʼ, εἴσεσθε πολλῷ μᾶλλον οἷός εἰμι.
Χορός
καὶ νῦν σύ γε δῆλος εἶ·
 
σωτὴρ γὰρ ἅπασιν ἀνθρώποις
 
γεγένησαι. 915
Τρυγαῖος
φήσεις ἐπειδὰν ἐκπίῃς οἴνου νέου λεπαστήν.
Χορός
καὶ πλήν γε τῶν θεῶν ἀεί σʼ ἡγησόμεσθα πρῶτον.
Τρυγαῖος
πολλῶν γὰρ ὑμῖν ἄξιος
 
Τρυγαῖος ἁθμονεὺς ἐγώ,
 
δεινῶν ἀπαλλάξας πόνων 920
 
τὸν δημότην ὅμιλον, 920
 
καὶ τὸν γεωργικὸν λεὼν
 
Ὑπέρβολόν τε παύσας.
Οἰκέτης
ἄγε δὴ τί νῷν ἐντευθενὶ ποιητέον;
Τρυγαῖος
τί δʼ ἄλλο γʼ ἢ ταύτην χύτραις ἱδρυτέον;
Χορός
χύτραισιν, ὥσπερ μεμφόμενον Ἑρμῄδιον;
Τρυγαῖος
τί δαὶ δοκεῖ; βούλεσθε λαρινῷ βοΐ; 925
Χορός
βοΐ; μηδαμῶς, ἵνα μὴ βοηθεῖν ποι δέῃ.
Τρυγαῖος
ἀλλʼ ὑὶ παχείᾳ καὶ μεγάλῃ;
Χορός
μὴ μή.
Τρυγαῖος
τιή;
Χορός
ἵνα μὴ γένηται Θεογένους ὑηνία.
Τρυγαῖος
τῷ δὴ δοκεῖ σοι δῆτα τῶν λοιπῶν;
Χορός
ὀί.
Τρυγαῖος
ὀί; 930
Χορός
ναὶ μὰ Δίʼ. 930
Τρυγαῖος
ἀλλὰ τοῦτό γʼ ἔστʼ Ἰωνικὸν 930
 
τὸ ῥῆμʼ.
Χορός
ἐπίτηδές γʼ, ἵνʼ ὅταν ἐν τἠκκλησίᾳ
 
ὡς χρὴ πολεμεῖν λέγῃ τις, οἱ καθήμενοι
 
ὑπὸ τοῦ δέους λέγωσʼ Ἰωνικῶς ὀὶ—
Τρυγαῖος
εὖ τοι λέγεις.
Χορός
καὶ τἄλλα γʼ ὦσιν ἤπιοι.
 
ὥστʼ ἐσόμεθʼ ἀλλήλοισιν ἀμνοὶ τοὺς τρόπους 935
 
καὶ τοῖσι συμμάχοισι πρᾳότεροι πολύ.
Τρυγαῖος
ἴθι νυν ἄγʼ ὡς τάχιστα τὸ πρόβατον λαβών·
 
ἐγὼ δὲ ποριῶ βωμὸν ἐφʼ ὅτου θύσομεν.
Χορός
ὡς πάνθʼ ὅσʼ ἂν θεὸς θέλῃ χἠ τύχη κατορθοῖ,
 
χωρεῖ κατὰ νοῦν, ἕτερον δʼ ἑτέρῳ 940
 
τούτων κατὰ καιρὸν ἀπαντᾷ.
Τρυγαῖος
ὡς ταῦτα δῆλά γʼ ἔσθʼ· ὁ γὰρ βωμὸς θύρασι καὶ δή.
Χορός
ἐπείγετέ νυν ἐν ὅσῳ
 
σοβαρὰ θεόθεν κατέχει
 
πολέμου μετάτροπος αὔρα. 945
 
νῦν γὰρ δαίμων φανερῶς
 
εἰς ἀγαθὰ μεταβιβάζει.
Τρυγαῖος
τὸ κανοῦν πάρεστʼ ὀλὰς ἔχον καὶ στέμμα καὶ μάχαιραν,
 
καὶ πῦρ γε τουτί, κοὐδὲν ἴσχει πλὴν τὸ πρόβατον ὑμᾶς.
Χορός
οὔκουν ἁμιλλήσεσθον; ὡς 950
 
ἢν Χαῖρις ὑμᾶς ἴδῃ,
 
πρόσεισιν αὐλήσων ἄκλητος,
 
κᾆτα τοῦτʼ εὖ οἶδʼ ὅτι
 
φυσῶντι καὶ πονουμένῳ
 
προσδώσετε δήπου. 955
Τρυγαῖος
ἄγε δὴ τὸ κανοῦν λαβὼν σὺ καὶ τὴν χέρνιβα
 
περίιθι τὸν βωμὸν ταχέως ἐπιδέξια.
Οἰκέτης
ἰδού· λεγοις ἂν ἄλλο· περιελήλυθα.
Τρυγαῖος
φέρε δὴ τὸ δαλίον τόδʼ ἐμβάψω λαβών,
 
σείου σὺ ταχέως· σὺ δὲ πρότεινε τῶν ὀλῶν, 960
 
καὐτός γε χερνίπτου παραδοὺς ταύτην ἐμοί,
 
καὶ τοῖς θεαταῖς ῥῖπτε τῶν κριθῶν.
Οἰκέτης
ἰδού.
Τρυγαῖος
ἔδωκας ἤδη;
Οἰκέτης
νὴ τὸν Ἑρμῆν ὥστε γε
 
τούτων ὅσοιπέρ εἰσι τῶν θεωμένων
 
οὐκ ἔστιν οὐδεὶς ὅστις οὐ κριθὴν ἔχει. 965
Τρυγαῖος
οὐχ αἱ γυναῖκές γʼ ἔλαβον.
Οἰκέτης
ἀλλʼ εἰς ἑσπέραν
 
δώσουσιν αὐταῖς ἅνδρες.
Τρυγαῖος
ἀλλʼ εὐχώμεθα.
 
τίς τῇδε; ποῦ ποτʼ εἰσὶ πολλοὶ κἀγαθοί;
Οἰκέτης
τοισδὶ φέρε δῶ· πολλοὶ γάρ εἰσι κἀγαθοί.
Τρυγαῖος
τούτους ἀγαθοὺς ἐνόμισας; 970
Οἰκέτης
οὐ γάρ, οἵτινες 970
 
ἡμῶν καταχεόντων ὕδωρ τοσουτονὶ
 
ἐς ταὐτὸ τοῦθʼ ἑστᾶσʼ ἰόντες χωρίον;
Τρυγαῖος
ἀλλʼ ὡς τάχιστʼ εὐχώμεθʼ.
Χορός
εὐχώμεσθα δή.
[Lyric-Scene]
ὦ σεμνοτάτη βασίλεια θεὰ
Τρυγαῖος
πότνιʼ Εἰρήνη, 975
 
δέσποινα χορῶν, δέσποινα γάμων,
 
δέξαι θυσίαν τὴν ἡμετέραν.
Χορός
δέξαι δῆτʼ ὦ πολυτιμήτη
 
νὴ Δία, καὶ μὴ ποίει γʼ ἅπερ αἱ
 
μοιχευόμεναι δρῶσι γυναῖκες. 980
 
καὶ γὰρ ἐκεῖναι παρακλίνασαι
 
τῆς αὐλείας παρακύπτουσιν,
 
κἄν τις προσέχῃ τὸν νοῦν αὐταῖς
 
ἀναχωροῦσιν,
 
κᾆτʼ ἢν ἀπίῃ παρακύπτουσιν. 985
 
τούτων σὺ ποίει μηδὲν ἔθʼ ἡμᾶς.
Τρυγαῖος
μὰ Δίʼ ἀλλʼ ἀπόφηνον ὅλην σαυτὴν
 
γενναιοπρεπῶς τοῖσιν ἐρασταῖς
 
ἡμῖν, οἵ σου τρυχόμεθʼ ἤδη
 
τρία καὶ δέκʼ ἔτη, 990
 
λῦσον δὲ μάχας καὶ κορκορυγάς,
 
ἵνα Λυσιμάχην σε καλῶμεν.
 
παῦσον δʼ ἡμῶν τὰς ὑπονοίας
 
τὰς περικόμψους,
 
αἷς στωμυλλόμεθʼ εἰς ἀλλήλους· 995
 
μεῖξον δʼ ἡμᾶς τοὺς Ἕλληνας
 
πάλιν ἐξ ἀρχῆς
 
φιλίας χυλῷ καὶ συγγνώμῃ
 
τινὶ πρᾳοτέρᾳ κέρασον τὸν νοῦν·
 
καὶ τὴν ἀγορὰν ἡμῖν ἀγαθῶν
 
ἐμπλησθῆναι, μεγάλων σκορόδων, 1000
 
σικύων πρῴων, μήλων, ῥοιῶν.
 
δούλοισι χλανισκιδίων μικρῶν·
 
κἀκ Βοιωτῶν γε φέροντας ἰδεῖν
 
χῆνας νήττας φάττας τροχίλους·
 
καὶ Κωπᾴδων ἐλθεῖν σπυρίδας, 1005
 
καὶ περὶ ταύτας ἡμᾶς ἁθρόους
 
ὀψωνοῦντας τυρβάζεσθαι
 
Μορύχῳ Τελέᾳ Γλαυκέτῃ, ἄλλοις
 
τένθαις πολλοῖς· κᾆτα Μελάνθιον
 
ἥκειν ὕστερον ἐς τὴν ἀγοράν, 1010
 
τὰς δὲ πεπρᾶσθαι, τὸν δʼ ὀτοτύζειν,
 
εἶτα μονῳδεῖν ἐκ Μηδείας,
 
ὀλόμαν ὀλόμαν, ἀποχηρωθεὶς
 
τᾶς ἐν τεύτλοισι λοχευομένας·
 
τοὺς δʼ ἀνθρώπους ἐπιχαίρειν. 1015
 
ταῦτʼ ὦ πολυτίμητʼ εὐχομένοις ἡμῖν δίδου.
Οἰκέτης
λαβὲ τὴν μάχαιραν· εἶθʼ ὅπως μαγειρικῶς
 
σφάξεις τὸν οἶν.
Τρυγαῖος
ἀλλʼ οὐ θέμις.
Οἰκέτης
τιὴ τί δή;
Τρυγαῖος
οὐχ ἥδεται δήπουθεν Εἰρήνη σφαγαῖς,
 
οὐδʼ αἱματοῦται βωμός. ἀλλʼ εἴσω φέρων 1020
 
θύσας τὰ μηρἴ ἐξελὼν δεῦρʼ ἔκφερε,
 
χοὔτω τὸ πρόβατον τῷ χορηγῷ σῴζεται.
[Lyric-Scene 1]
σέ τοι θύρασι χρὴ μένοντα τοίνυν
Χορός
σχίζας δευρὶ τιθέναι ταχέως
 
τά τε πρόσφορα πάντʼ ἐπὶ τούτοις. 1025
Τρυγαῖος
οὔκουν δοκῶ σοι μαντικῶς τὸ φρύγανον τίθεσθαι;
Χορός
πῶς δʼ οὐχί; τί γάρ σε πέφευγʼ
 
ὅσα χρὴ σοφὸν ἄνδρα; τί δʼ οὐ
 
σὺ φρονεῖς ὁπόσα χρεών ἐστιν
 
τόν γε σοφῇ δόκιμον 1030
 
φρενὶ πορίμῳ τε τόλμῃ;
Τρυγαῖος
ἡ σχίζα γοῦν ἐνημμένη τὸν Στιλβίδην πιέζει,
 
καὶ τὴν τράπεζαν οἴσομαι, καὶ παιδὸς οὐ δεήσει.
Χορός
τίς οὖν ἂν οὐκ ἐπαινέσειεν
 
ἄνδρα τοιοῦτον, ὅστις 1035
 
πόλλʼ ἀνατλὰς ἔσωσε 1035
 
τὴν ἱερὰν πόλιν;
 
ὥστʼ οὐχὶ μὴ παύσῃ ποτʼ ὢν
 
ζηλωτὸς ἅπασιν.
[Lyric-Scene]
ταυτὶ δέδραται. τίθεσο τὼ μηρὼ λαβών.
Οἰκέτης
ἐγὼ δʼ ἐπὶ σπλάγχνʼ εἶμι καὶ θυλήματα. 1040
Τρυγαῖος
ἐμοὶ μελήσει ταῦτά γʼ· ἀλλʼ ἥκειν ἐχρῆν.
Οἰκέτης
ἰδοὺ πάρειμι. μῶν ἐπισχεῖν σοι δοκῶ;
Τρυγαῖος
ὄπτα καλῶς νυν αὐτά· καὶ γὰρ οὑτοσὶ
 
προσέρχεται δάφνῃ τις ἐστεφανωμένος.
 
τίς ἄρα ποτʼ ἐστίν; 1045
Οἰκέτης
ὡς ἀλαζὼν φαίνεται· 1045
 
μάντις τίς ἐστιν.
Τρυγαῖος
οὐ μὰ Δίʼ ἀλλʼ Ἱεροκλέης
 
οὗτός γέ πού ʼσθʼ ὁ χρησμολόγος οὑξ Ὠρεοῦ.
Οἰκέτης
τί ποτʼ ἄρα λέξει;
Τρυγαῖος
δῆλός ἐσθʼ οὗτός γʼ ὅτι
 
ἐναντιώσεταί τι ταῖς διαλλαγαῖς.
Οἰκέτης
οὔκ, ἀλλὰ κατὰ τὴν κνῖσαν εἰσελήλυθεν. 1050
Τρυγαῖος
μή νυν ὁρᾶν δοκῶμεν αὐτόν.
Οἰκέτης
εὖ λέγεις.
Ἱεροκλῆς
τίς ἡ θυσία ποθʼ αὑτηὶ καὶ τῷ θεῶν;
Τρυγαῖος
ὀπτα σὺ σιγῇ κἄπαγʼ ἀπὸ τῆς ὀσφύος.
Ἱεροκλῆς
ὅτῳ δὲ θύετʼ οὐ φράσεθʼ;
Τρυγαῖος
ἡ κέρκος ποιεῖ
 
καλῶς; 1055
Οἰκέτης
καλῶς δῆτʼ ὦ πότνιʼ Εἰρήνη φίλη. 1055
Ἱεροκλῆς
ἄγε νυν ἀπάρχου κᾆτα δὸς τἀπάργματα.
Τρυγαῖος
ὀπτᾶν ἄμεινον πρῶτον.
Ἱεροκλῆς
ἀλλὰ ταυταγὶ
 
ἤδη ʼστὶν ὀπτά.
Τρυγαῖος
πολλὰ πράττεις, ὅστις εἶ.
 
κατάτεμνε. ποῦ τράπεζα; τὴν σπονδὴν φέρε.
Ἱεροκλῆς
ἡ γλῶττα χωρὶς τέμνεται. 1060
Τρυγαῖος
μεμνήμεθα. 1060
 
ἀλλʼ οἶσθʼ ὃ δρᾶσον;
Ἱεροκλῆς
ἢν φράσῃς.
Τρυγαῖος
μὴ διαλέγου
 
νῷν μηδέν· Εἰρήνῃ γὰρ ἱερὰ θύομεν.
Ἱεροκλῆς
ὦ μέλεοι θνητοὶ καὶ νήπιοι,
Τρυγαῖος
ἐς κεφαλὴν σοί.
Ἱεροκλῆς
οἵτινες ἀφραδίῃσι θεῶν νόον οὐκ ἀίοντες
 
συνθήκας πεποίησθʼ ἄνδρες χαροποῖσι πιθήκοις, 1065
Τρυγαῖος
αἰβοιβοῖ.
Ἱεροκλῆς
τί γελᾷς;
Τρυγαῖος
ἥσθην χαροποῖσι πιθήκοις.
Ἱεροκλῆς
καὶ κέπφοι τρήρωνες ἀλωπεκιδεῦσι πέπεισθε,
 
ὧν δόλιαι ψυχαί, δόλιαι φρένες.
Τρυγαῖος
εἴθε σου εἶναι
 
ὤφελεν ὦλαζὼν οὑτωσὶ θερμὸς ὁ πλεύμων.
Ἱεροκλῆς
εἰ γὰρ μὴ νύμφαι γε θεαὶ Βάκιν ἐξαπάτασκον, 1070
 
μηδὲ Βάκις θνητούς, μηδʼ αὖ νύμφαι Βάκιν αὐτὸν—
Τρυγαῖος
ἐξώλης ἀπόλοιʼ, εἰ μὴ παύσαιο βακίζων.
Ἱεροκλῆς
οὔπω θέσφατον ἦν Εἰρήνης δέσμʼ ἀναλῦσαι,
 
ἀλλὰ τόδε πρότερον—
Τρυγαῖος
τοῖσδʼ ἁλσί γε παστέα ταυτί.
Ἱεροκλῆς
οὐ γάρ πω τοῦτʼ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν, 1075
 
φυλόπιδος λῆξαι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
Τρυγαῖος
καὶ πῶς ὦ κατάρατε λύκος ποτʼ ἂν οἶν ὑμεναιοῖ;
Ἱεροκλῆς
ὡς ἡ σφονδύλη φεύγουσα πονηρότατον βδεῖ,
 
†χἠ κώδων† ἀκαλανθὶς ἐπειγομένη τυφλὰ τίκτει,
 
τουτάκις οὔπω χρῆν τὴν εἰρήνην πεποιῆσθαι.
Τρυγαῖος
ἀλλὰ τί χρῆν ἡμᾶς; οὐ παύσασθαι πολεμοῦντας, 1080
 
ἢ διακαυνιάσαι πότεροι κλαυσούμεθα μεῖζον,
 
ἐξὸν σπεισαμένοις κοινῇ τῆς Ἑλλάδος ἄρχειν;
Ἱεροκλῆς
οὔποτε ποιήσεις τὸν καρκίνον ὀρθὰ βαδίζειν.
Τρυγαῖος
οὔποτε δειπνήσεις ἔτι τοῦ λοιποῦ νʼ πρυτανείῳ,
 
οὐδʼ ἐπὶ τῷ πραχθέντι ποιήσεις ὕστερον οὐδέν. 1085
Ἱεροκλῆς
οὐδέποτʼ ἂν θείης λεῖον τὸν τραχὺν ἐχῖνον.
Τρυγαῖος
ἆρα φενακίζων ποτʼ Ἀθηναίους ἔτι παύσει;
Ἱεροκλῆς
ποῖον γὰρ κατὰ χρησμὸν ἐκαύσατε μῆρα θεοῖσιν;
Τρυγαῖος
ὅνπερ κάλλιστον δήπου πεποίηκεν Ὅμηρος·
 
ὣς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο 1090
 
Εἰρήνην εἵλοντο καὶ ἱδρύσανθʼ ἱερείῳ.
 
αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνʼ ἐπάσαντο,
 
ἔσπενδον δεπάεσσιν· ἐγὼ δʼ ὁδὸν ἡγεμόνευον·
 
χρησμολόγῳ δʼ οὐδεὶς ἐδίδου κώθωνα φαεινόν.
Ἱεροκλῆς
οὐ μετέχω τούτων· οὐ γὰρ ταῦτʼ εἶπε Σίβυλλα. 1095
Τρυγαῖος
ἀλλʼ ὁ σοφός τοι νὴ Δίʼ Ὅμηρος δεξιὸν εἶπεν·
 
ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος,
 
ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.
Ἱεροκλῆς
φράζεο δὴ μή πώς σε δόλῳ φρένας ἐξαπατήσας
 
ἰκτῖνος μάρψῃ. 1100
Τρυγαῖος
τουτὶ μέντοι σὺ φυλάττου, 1100
 
ὡς οὗτος φοβερὸς τοῖς σπλάγχνοις ἐστὶν ὁ χρησμός.
 
ἔγχει δὴ σπονδὴν καὶ τῶν σπλάγχνων φέρε δευρί.
Ἱεροκλῆς
ἀλλʼ εἰ ταῦτα δοκεῖ, κἀγὼ ʼμαυτῷ βαλανεύσω.
Τρυγαῖος
σπονδὴ σπονδή.
Ἱεροκλῆς
ἔγχει δὴ κἀμοὶ καὶ σπλάγχνων μοῖραν ὄρεξον. 1105
Τρυγαῖος
ἀλλʼ οὔπω τοῦτʼ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν·
 
ἀλλὰ τόδε πρότερον, σπένδειν ἡμᾶς, σὲ δʼ ἀπελθεῖν.
 
ὦ πότνιʼ Εἰρήνη παράμεινον τὸν βίον ἡμῖν.
Ἱεροκλῆς
πρόσφερε τὴν γλῶτταν.
Τρυγαῖος
σὺ δὲ τὴν σαυτοῦ γʼ ἀπένεγκε.
Ἱεροκλῆς
σπονδή. 1110
Τρυγαῖος
καὶ ταυτὶ μετὰ τῆς σπονδῆς λαβὲ θᾶττον. 1110
Ἱεροκλῆς
οὐδεὶς προσδώσει τῶν σπλάγχνων;
Τρυγαῖος
οὐ γὰρ οἷόν τε
 
ἡμῖν προσδιδόναι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
Ἱεροκλῆς
ναὶ πρὸς τῶν γονάτων.
Τρυγαῖος
ἄλλως ὦ τᾶν ἱκετεύεις·
 
οὐ γὰρ ποιήσεις λεῖον τὸν τραχὺν ἐχῖνον.
 
ἄγε δὴ θεαταὶ δεῦρο συσπλαγχνεύετε 1115
 
μετὰ νῷν.
Ἱεροκλῆς
τί δὴ ʼγώ;
Τρυγαῖος
τὴν Σίβυλλαν ἔσθιε.
Ἱεροκλῆς
οὔτοι μὰ τὴν γῆν ταῦτα κατέδεσθον μόνω,
 
ἀλλʼ ἁρπάσομαι σφῷν αὐτά· κεῖται δʼ ἐν μέσῳ.
Τρυγαῖος
ὦ παῖε τὸν Βάκιν.
Ἱεροκλῆς
μαρτύρομαι.
Τρυγαῖος
κἄγωγʼ ὅτι τένθης εἶ σὺ κἀλαζὼν ἀνήρ. 1120
 
παἶ αὐτὸν ἐπέχων τῷ ξύλῳ τὸν ἀλαζόνα.
Οἰκέτης
σὺ μὲν οὖν· ἐγὼ δὲ τουτονὶ τῶν κῳδίων,
 
ἁλάμβανʼ αὐτὸς ἐξαπατῶν, ἐκβολβιῶ.
 
οὐ καταβαλεῖς τὰ κῴδιʼ ὦ θυηπόλε;
 
ἤκουσας; ὁ κόραξ οἷος ἦλθʼ ἐξ Ὠρεοῦ. 1125
 
οὐκ ἀποπετήσει θᾶττον εἰς Ἐλύμνιον;
[Parabasis 1]
ἥδομαί γʼ ἥδομαι
Χορός
κράνους ἀπηλλαγμένος
 
τυροῦ τε καὶ κρομμύων.
 
οὐ γὰρ φιληδῶ μάχαις, 1130
 
ἀλλὰ πρὸς πῦρ διέλκων
 
μετʼ ἀνδρῶν ἑταίρων φίλων,
 
ἐκκέας τῶν ξύλων ἅττʼ ἂν ᾖ
 
δανότατα τοῦ θέρους
 
†ἐκπεπρισμένα†, 1135
 
κἀνθρακίζων τοὐρεβίνθου
 
τήν τε φηγὸν ἐμπυρεύων,
 
χἄμα τὴν Θρᾷτταν κυνῶν
 
τῆς γυναικὸς λουμένης.
[Parabasis]
οὐ γὰρ ἔσθʼ ἥδιον ἢ τυχεῖν μὲν ἤδη ʼσπαρμένα, 1140
Χορός
τὸν θεὸν δʼ ἐπιψακάζειν, καὶ τινʼ εἰπεῖν γείτονα,
 
εἰπέ μοι τί τηνικαῦτα δρῶμεν ὦ Κωμαρχίδη;
 
ἐμπιεῖν ἔμοιγʼ ἀρέσκει τοῦ θεοῦ δρῶντος καλῶς.
 
ἀλλʼ ἄφευε τῶν φασήλων ὦ γύναι τρεῖς χοίνικας,
 
τῶν τε πυρῶν μεῖξον αὐτοῖς, τῶν τε σύκων ἔξελε, 1145
 
τόν τε Μανῆν ἡ Σύρα βωστρησάτω κʼ τοῦ χωρίου.
 
οὐ γὰρ οἷόν τʼ ἐστὶ πάντως οἰναρίζειν τήμερον
 
οὐδὲ τυντλάζειν, ἐπειδὴ παρδακὸν τὸ χωρίον.
 
κἀξ ἐμοῦ δʼ ἐνεγκάτω τις τὴν κίχλην καὶ τὼ σπίνω·
 
ἦν δὲ καὶ πυός τις ἔνδον καὶ λαγῷα τέτταρα, 1150
 
εἴ τι μὴ ʼξήνεγκεν αὐτῶν ἡ γαλῆ τῆς ἑσπέρας·
 
ἐψόφει γοῦν ἔνδον οὐκ οἶδʼ ἅττα κἀκυδοιδόπα·
 
ὧν ἔνεγκʼ ὦ παῖ τρἴ ἡμῖν, ἓν δὲ δοῦναι τῷ πατρί·
 
μυρρίνας τʼ αἴτησον ἐξ Αἰσχινάδου τῶν καρπίμων·
 
χἄμα τῆς αὐτῆς ὁδοῦ Χαρινάδην τις βωσάτω, 1155
 
ὡς ἂν ἐμπίῃ μεθʼ ἡμῶν,
 
εὖ ποιοῦντος κὠφελοῦντος
 
τοῦ φεοῦ τἀρώματα.
[Parabasis 1]
ἡνίκʼ ἂν δʼ ἀχέτας
Χορός
ᾄδῃ τὸν ἡδὺν νόμον, 1160
 
διασκοπῶν ἥδομαι
 
τὰς Λημυνίας ἀμπέλους,
 
εἰ πεπαίνουσιν ἤ-
 
δη ʽτὸ γὰρ φῖτυ πρῷον φύσεἰ,
 
τόν τε φήληχʼ ὁρῶν οἰδάνοντʼ· 1165
 
εἶθʼ ὁπόταν ᾖ πέπων,
 
ἐσθίω κἀπέχω
 
χἄμα φήμʼ, ὧραι φίλαι· καὶ
 
τοῦ θύμου τρίβων κυκῶμαι·
 
κᾆτα γίγνομαι παχὺς 1170
 
τηνικαῦτα τοῦ θέρους
[Parabasis]
μᾶλλον ἢ θεοῖσιν ἐχθρὸν ταξίαρχον προσβλέπων
Χορός
τρεῖς λόφους ἔχοντα καὶ φοινικίδʼ ὀξεῖαν πάνυ,
 
ἣν ἐκεῖνός φησιν εἶναι βάμμα Σαρδιανικόν·
 
ἢν δέ που δέῃ μάχεσθʼ ἔχοντα τὴν φοινικίδα, 1175
 
τηνικαῦτʼ αὐτὸς βέβαπται βάμμα Κυζικηνικόν·
 
κᾆτα φεύγει πρῶτος ὥσπερ ξουθὸς ἱππαλεκτρυὼν
 
τοὺς λόφους σείων· ἐγὼ δʼ ἕστηκα †λινοπτώμενος.†
 
ἡνίκʼ ἂν δʼ οἴκοι γένωνται, δρῶσιν οὐκ ἀνασχετά,
 
τοὺς μὲν ἐγγράφοντες ἡμῶν τοὺς δʼ ἄνω τε καὶ κάτω 1180
 
ἐξαλείφοντες δὶς ἢ τρίς. αὔριον δʼ ἔσθʼ ἡ ʼξοδος·
 
τῷ δὲ σιτίʼ οὐκ ἐώνητʼ· οὐ γὰρ ᾔδειν ἐξιών·
 
εἶτα προστὰς πρὸς τὸν ἀνδριάντα τὸν Πανδίονος
 
εἶδεν αὑτόν, κἀπορῶν θεῖ τῷ κακῷ βλέπων ὀπόν.
 
ταῦτα δʼ ἡμᾶς τοὺς ἀγροίκους δρῶσι, τοὺς δʼ ἐξ ἄστεως 1185
 
ἧττον, οἱ θεοῖσιν οὗτοι κἀνδράσιν ῥιψάσπιδες.
 
ὧν ἔτʼ εὐθύνας ἐμοὶ δώσουσιν, ἢν θεὸς θέλῃ.
 
πολλὰ γὰρ δή μʼ ἠδίκησαν,
 
ὄντες οἴκοι μὲν λέοντες
 
ἐν μάχῃ δʼ ἀλώπεκες. 1190
Τρυγαῖος
ἰοὺ ἰού.
 
ὅσον τὸ χρῆμʼ ἐπὶ δεῖπνον ἦλθʼ ἐς τοὺς γάμους.
 
ἔχʼ ἀποκάθαιρε τὰς τραπέζας ταυτῃί·
 
πάντως γὰρ οὐδὲν ὄφελός ἐστʼ αὐτῆς ἔτι.
 
ἔπειτʼ ἐπιφόρει τοὺς ἀμύλους καὶ τὰς κίχλας 1195
 
καὶ τῶν λαγῴων πολλὰ καὶ τοὺς κολλάβους.
Δρεπανουργός
ποῦ ποῦ Τρυγαῖός ἐστιν;
Τρυγαῖος
ἀναβράττω κίχλας.
Δρεπανουργός
ὦ φίλτατʼ ὦ Τρυγαἶ ὅσʼ ἡμᾶς τἀγαθὰ
 
δέδρακας εἰρήνην ποιήσας· ὡς πρὸ τοῦ
 
οὐδεὶς ἐπρίατʼ ἂν δρέπανον οὐδὲ κολλύβου, 1200
 
νυνὶ δὲ πεντήκοντα δραχμῶν ἐμπολῶ·
 
ὁδὶ δὲ τριδράχμους τοὺς κάδους ἐς τοὺς ἀγρούς.
 
ἀλλʼ ὦ Τρυγαῖε τῶν δρεπάνων τε λάμβανε
 
καὶ τῶνδʼ ὅ τι βούλει προῖκα· καὶ ταυτὶ δέχου·
 
ἀφʼ ὧν γὰρ ἀπεδόμεσθα κἀκερδήναμεν 1205
 
τὰ δῶρα ταυτί σοι φέρομεν ἐς τοὺς γάμους.
Τρυγαῖος
ἴθι νυν καταθέμενοι παρʼ ἐμοὶ ταῦτʼ εἴσιτε
 
ἐπὶ δεῖπνον ὡς τάχιστα· καὶ γὰρ οὑτοσὶ
 
ὅπλων κάπηλος ἀχθόμενος προσέρχεται.
Λοφοποιός
οἴμʼ ὡς προθέλυμνόν μʼ ὦ Τρυγαἶ ἀπώλεσας. 1210
Τρυγαῖος
τί δʼ ἔστιν ὦ κακόδαιμον; οὔτι που λοφᾷς;
Λοφοποιός
ἀπώλεσάς μου τὴν τέχνην καὶ τὸν βίον,
 
καὶ τουτουὶ καὶ τοῦ δορυξοῦ ʼκεινονί.
Τρυγαῖος
τί δῆτα τουτοινὶ καταθῶ σοι τοῖν λόφοιν;
Λοφοποιός
αὐτὸς σὺ τί δίδως; 1215
Τρυγαῖος
ὅ τι δίδωμʼ; αἰσχύνομαι. 1215
 
ὅμως δʼ ὅτι τὸ σφήκωμʼ ἔχει πόνον πολύν,
 
δοίην ἂν αὐτοῖν ἰσχάδων τρεῖς χοίνικας.
 
ἵνʼ ἀποκαθαίρω τὴν τράπεζαν τουτῳί.
Λοφοποιός
ἔνεγκε τοίνυν εἰσιὼν τὰς ἰσχάδας·
 
κρεῖττον γὰρ ὦ τᾶν ἐστιν ἢ μηδὲν λαβεῖν. 1220
Τρυγαῖος
ἀπόφερʼ ἀπόφερʼ ἐς κόρακας ἀπὸ τῆς οἰκίας.
 
τριχορρυεῖτον, οὐδέν ἐστον τὼ λόφω.
 
οὐκ ἂν πριαίμην οὐδʼ ἂν ἰσχάδος μιᾶς.
Θωρακόπωλης
τί δαὶ δεκάμνῳ τῷδε θώρηκος κύτει
 
ἐνημμένῳ κάλλιστα χρήσομαι τάλας; 1225
Τρυγαῖος
οὗτος μὲν οὐ μή σοι ποιήσει ζημίαν.
 
ἀλλʼ αἶρέ μοι τοῦτόν γε τῆς ἰσωνίας·
 
ἐναποπατεῖν γάρ ἐστʼ ἐπιτήδειος πάνυ—
Θωρακοπώλης
παῦσαί μʼ ὑβρίζων τοῖς ἐμοῖσι χρήμασιν.
Τρυγαῖος
ὡδὶ παραθέντι τρεῖς λίθους. οὐ δεξιῶς; 1230
Θωρακοπώλης
ποίᾳ δʼ ἀποψήσει ποτʼ ὦμαθέστατε;
Τρυγαῖος
τῃδὶ διεὶς τὴν χεῖρα διὰ τῆς θαλαμιᾶς
 
καὶ τῇδʼ.
Θωρακοπώλης
ἅμʼ ἀμφοῖν δῆτʼ;
Τρυγαῖος
ἔγωγε νὴ Δία,
 
ἵνα μή γʼ ἁλῶ τρύπημα κλέπτων τῆς νεώς.
Θωρακοπώλης
ἔπειτʼ ἐπὶ δεκάμνῳ χεσεῖ καθήμενος; 1235
Τρυγαῖος
ἔγωγε νὴ Δίʼ ὦπίτριπτʼ. οἴει γὰρ ἂν
 
τὸν πρωκτὸν ἀποδόσθαι με χιλιῶν δραχμῶν;
Θωρακοπώλης
ἴθι δὴ ʼξένεγκε τἀργύριον.
Τρυγαῖος
ἀλλʼ ὦγαθὲ
 
θλίβει τὸν ὄρρον. ἀπόφερʼ, οὐκ ὠνήσομαι.
Σαλπιγγοποιός
τί δʼ ἆρα τῇ σάλπιγγι τῇδε χρήσομαι, 1240
 
ἣν ἐπριάμην δραχμῶν ποθʼ ἑξήκοντʼ ἐγώ;
Τρυγαῖος
μόλυβδον ἐς τουτὶ τὸ κοῖλον ἐγχέας
 
ἔπειτʼ ἄνωθεν ῥάβδον ἐνθεὶς ὑπόμακρον,
 
γενήσεταί σοι τῶν κατακτῶν κοττάβων.
Σαλπιγγοποιός
οἴμοι καταγελᾷς. 1245
Τρυγαῖος
ἀλλʼ ἕτερον παραινέσω. 1245
 
τὸν μὲν μόλυβδον, ὥσπερ εἶπον, ἔγχεον,
 
ἐντευθενὶ δὲ σπαρτίοις ἠρτημένην
 
πλάστιγγα πρόσθες, καὐτό σοι γενήσεται
 
τὰ σῦκʼ ἐν ἀγρῷ τοῖς οἰκέταισιν ἱστάναι.
Κρανοποιός
ὦ δυσκάθαρτε δαῖμον ὥς μʼ ἀπώλεσας, 1250
 
ὅτʼ ἀντέδωκά γʼ ἀντὶ τῶνδε μνᾶν ποτέ·
 
καὶ νῦν τί δράσω; τίς γὰρ αὔτʼ ὠνήσεται;
Τρυγαῖος
πώλει βαδίζων αὐτὰ τοῖς Αἰγυπτίοις·
 
ἔστιν γὰρ ἐπιτήδεια συρμαίαν μετρεῖν.
Δορυξός
οἴμʼ ὦ κρανοποίʼ ὡς ἀθλίως πεπράγαμεν. 1255
Τρυγαῖος
οὗτος μὲν οὐ πέπονθεν οὐδέν.
Δορυξός
ἀλλὰ τί
 
ἔτʼ ἐστὶ τοῖσι κράνεσιν ὅ τι τις χρήσεται;
Τρυγαῖος
ἐὰν τοιαυτασὶ μάθῃ λαβὰς ποιεῖν,
 
ἄμεινον ἢ νῦν αὔτʼ ἀποδώσεται πολύ.
Κρανοποιός
ἀπίωμεν ὦ δορυξέ. 1260
Τρυγαῖος
μηδαμῶς γʼ, ἐπεὶ 1260
 
τούτῳ γʼ ἐγὼ τὰ δόρατα ταῦτʼ ὠνήσομαι.
Δορυξός
πόσον δίδως δῆτʼ;
Τρυγαῖος
εἰ διαπρισθεῖεν δίχα,
 
λάβοιμʼ ἂν αὔτʼ ἐς χάρακας ἑκατὸν τῆς δραχμῆς.
Δορυξός
ὑβριζόμεθα. χωρῶμεν ὦ τᾶν ἐκποδών.
Τρυγαῖος
νὴ τὸν Δίʼ, ὡς τὰ παιδίʼ ἤδη ʼξέρχεται 1265
 
οὐρησόμενα τὰ τῶν ἐπικλήτων δεῦρʼ, ἵνα
 
ἅττʼ ᾄσεται προαναβάληταί μοι δοκεῖ.
 
ἀλλʼ ὅ τι περ ᾄδειν ἐπινοεῖς ὦ παιδίον,
 
αὐτοῦ παρʼ ἐμὲ στὰν πρότερον ἀναβαλοῦ ʼνθαδί.
[Episode]
νῦν αὖθʼ ὁπλοτέρων ἀνδρῶν ἀρχώμεθα— 1270
Τρυγαῖος
παῦσαι 1270
 
ὁπλοτέρους ᾆδον, καὶ ταῦτ ὦ τρισκακόδαιμον
 
εἰρήνης οὔσης· ἀμαθές γʼ εἶ καὶ κατάρατον.
Παῖς
οἱ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
 
σύν ῥʼ ἔβαλον ῥινούς τε καὶ ἀσπίδας ὀμφαλοέσσας.
Τρυγαῖος
ἀσπίδας; οὐ παύσει μεμνημένος ἀσπίδος ἡμῖν; 1275
Παῖς
ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.
Τρυγαῖος
ἀνδρῶν οἰμωγή; κλαύσει νὴ τὸν Διόνυσον
 
οἰμωγὰς ᾄδων, καὶ ταύτας ὀμφαλοέσσας.
Παῖς
ἀλλὰ τί δῆτʼ ᾄδω; σὺ γὰρ εἰπέ μοι οἷστισι χαίρεις.
Τρυγαῖος
ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὶ τὰ τοιαυτί· 1280
 
ἄριστον προτίθεντο καὶ ἅτθʼ ἥδιστα πάσασθαι.
Παῖς
ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὐχένας ἵππων
 
ἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμου ἐκόρεσθεν.
Τρυγαῖος
εἶεν; ἐκόρεσθεν τοῦ πολέμου κᾆτʼ ἤσθιον.
 
ταῦτʼ ᾆδε, ταῦθʼ, ὡς ἤσθιον κεκορημένοι. 1285
Παῖς
θωρήσσοντʼ ἄρʼ ὄτειτα πεπαυμένοι—
Τρυγαῖος
ἄσμενοι, οἶμαι.
Παῖς
πύργων δʼ ἐξεχέοντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
Τρυγαῖος
κάκιστʼ ἀπόλοιο παιδάριον αὐταῖς μάχαις·
 
οὐδὲν γὰρ ᾄδεις πλὴν πολέμους. τοῦ καί ποτʼ εἶ;
Παῖς
ἐγώ; 1290
Τρυγαῖος
σὺ μέντοι νὴ Δίʼ. 1290
Παῖς
υἱὸς Λαμάχου. 1290
Τρυγαῖος
αἰβοῖ·
 
ἦ γὰρ ἐγὼ θαύμαζον ἀκούων, εἰ σὺ μὴ εἴης
 
ἀνδρὸς βουλομάχου καὶ κλαυσιμάχου τινὸς υἱός.
 
ἄπερρε καὶ τοῖς λογχοφόροισιν ᾆδʼ ἰών.
 
ποῦ μοι τὸ τοῦ Κλεωνύμου ʼστὶ παιδίον; 1295
 
ᾆσον πρὶν εἰσιέναι τι· σὺ γὰρ εὖ οἶδʼ ὅτι
 
οὐ πράγματʼ ᾄσει· σώφρονος γὰρ εἶ πατρός.
Παῖς
ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ
 
ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων.
Τρυγαῖος
εἰπέ μοι ὦ πόσθων, ἐς τὸν σαυτοῦ πατέρʼ ᾄδεις; 1300
Παῖς
ψυχὴν δʼ ἐξεσάωσα—
Τρυγαῖος
κατῄσχυνας δὲ τοκῆας.
 
ἀλλʼ εἰσίωμεν. εὖ γὰρ οἶδʼ ἐγὼ σαφῶς
 
ὅτι ταῦθʼ ὅσʼ ᾖσας ἄρτι περὶ τῆς ἀσπίδος
 
οὐ μὴ ʼπιλάθῃ ποτʼ ὢν ἐκείνου τοῦ πατρός.
[Exodus]
ὑμῶν τὸ λοιπὸν ἔργον ἤδη ʼνταῦθα τῶν μενόντων 1305
Τρυγαῖος
φλᾶν ταῦτα πάντα καὶ σποδεῖν, καὶ μὴ κενὰς παρέλκειν.
 
ἀλλʼ ἀνδρικῶς ἐμβάλλετε
 
καὶ σμώχετʼ ἀμφοῖν τοῖν γνάθοιν· οὐδὲν γὰρ ὦ πόνηροι
 
λευκῶν ὀδόντων ἔργον ἐστʼ, ἢν μή τι καὶ μασῶνται. 1310
Χορός
ἡμῖν μελήσει ταῦτά γʼ· εὖ ποιεῖς δὲ καὶ σὺ φράζων.
Τρυγαῖος
ἀλλʼ ὦ πρὸ τοῦ πεινῶντες ἐμβάλλεσθε τῶν λαγῴων·
 
ὡς οὐχὶ πᾶσαν ἡμέραν
 
πλακοῦσιν ἔστιν ἐντυχεῖν πλανωμένοις ἐρήμοις.
 
πρὸς ταῦτα βρύκετʼ ἢ τάχʼ ἡμῖν φημι μεταμελήσειν. 1315
Χορός
εὐφημεῖν χρὴ καὶ τὴν νύμφην ἔξω τινὰ δεῦρο κομίζειν
 
δᾷδάς τε φέρειν, καὶ πάντα λεὼν συγχαίρειν κἀπιχορεύειν.
 
καὶ τὰ σκεύη πάλιν ἐς τὸν ἀγρὸν νυνὶ χρὴ πάντα κομίζειν
 
ὀρχησαμένους καὶ σπείσαντας καὶ Ὑπέρβολον ἐξελάσαντας,
 
κἀπευξαμένους τοῖσι θεοῖσιν 1320
 
διδόναι πλοῦτον τοῖς Ἕλλησιν,
 
κριθάς τε ποιεῖν ἡμᾶς πολλὰς
 
πάντας ὁμοίως οἶνόν τε πολύν,
 
σῦκά τε τρώγειν,
 
τάς τε γυναῖκας τίκτειν ἡμῖν, 1325
 
καὶ τἀγαθὰ πάνθʼ ὅσʼ ἀπωλέσαμεν
 
συλλέξασθαι πάλιν ἐξ ἀρχῆς,
 
λῆξαί τʼ αἴθωνα σίδηρον.
Τρυγαῖος
δεῦρʼ ὦ γύναι εἰς ἀγρόν,
 
χὤπως μετʼ ἐμοῦ καλὴ 1330
 
καλῶς κατακείσει.
 
Ὑμὴν Ὑμέναιʼ ὦ.
Ἡμιχόριον Β
ὦ τρὶς μάκαρ ὡς δικαίως
 
τἀγαθὰ νῦν ἔχεις.
Ἡμιχόριον Α
Ὑμὴν Ὑμέναιʼ ὦ. 1335
Ἡμιχόριον Β
Ὑμὴν Ὑμέναιʼ ὦ. 1335
Ἡμιχόριον Α
τί δράσομεν αὐτήν;
Ἡμιχόριον Β
τί δράσομεν αὐτήν;
Ἡμιχόριον Α
τρυγήσομεν αὐτήν,
Ἡμιχόριον Β
τρυγήσομεν αὐτήν.
Ἡμιχόριον Α
ἀλλʼ ἀράμενοι φέρωμεν 1340
 
οἱ προτεταγμένοι 1340
 
τὸν νυμφίον ὦνδρες.
Ἡμιχόριον Β
Ὑμὴν Ὑμέναιʼ ὦ,
 
Ὑμὴν Ὑμέναιʼ ὦ,
Τρυγαῖος
οἰκήσετε γοῦν καλῶς
 
οὐ πράγματʼ ἔχοντες, ἀλλὰ 1345
 
συκολογοῦντες.
Ἡμιχόριον Β
Ὑμὴν Ὑμέναιʼ ὦ,
Ἡμιχόριον Α
Ὑμὴν Ὑμέναιʼ ὦ.
Ἡμιχόριον Β
τοῦ μὲν μέγα καὶ παχύ.
Ἡμιχόριον Α
τῆς δʼ ἡδὺ τὸ σῦκον. 1350
Τρυγαῖος
φήσεις γʼ ὅταν ἐσθίῃς
 
οἶνόν τε πίῃς πολύν.
Χορός
Ὑμὴν Ὑμέναιʼ ὦ,
 
Ὑμὴν Ὑμέναιʼ ὦ.
Τρυγαῖος
ὦ χαίρετε χαίρετʼ ἄνδρες, 1355
 
κἂν ξυνέπησθέ μοι
 
πλακοῦντας ἔδεσθε.
1 / 1

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme