Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

[Parodos 1]
τί ποτʼ οὐ πρὸ θυρῶν φαίνετʼ ἄρʼ ἡμῖν ὁ γέρων οὐδʼ ὑπακούει;
Χορός
μῶν ἀπολώλεκε τὰς
 
ἐμβάδας, ἢ προσέκοψʼ ἐν 275
 
τῷ σκότῳ τὸν δάκτυλόν που, 275
 
εἶτʼ ἐφλέγμηνεν αὐτοῦ
 
τὸ σφυρὸν γέροντος ὄντος;
 
καὶ τάχʼ ἂν βουβωνιῴη.
 
ἦ μὴν πολὺ δριμύτατός γʼ ἦν τῶν παρʼ ἡμῖν,
 
καὶ μόνος οὐκ ἂν ἐπείθετʼ,
 
ἀλλʼ ὁπότʼ ἀντιβολοίη
 
τις, κάτω κύπτων ἂν οὕτω
 
λίθον ἕψεις, ἔλεγεν. 280
 
τάχα δʼ ἂν διὰ τὸν χθιζινὸν ἄνθρωπον, ὃς ἡμᾶς διεδύετʼ
 
ἐξαπατῶν καὶ λέγων
 
ὡς φιλαθήναιος ἦν καὶ
 
τἀν Σάμῳ πρῶτος κατείποι,
 
διὰ τοῦτʼ ὀδυνηθεὶς
 
εἶτʼ ἴσως κεῖται πυρέττων.
 
ἔστι γὰρ τοιοῦτος ἁνήρ. 285
 
ἀλλʼ ὦγάθʼ ἀνίστασο μηδʼ οὕτω σεαυτὸν
Parodos · 1 / 26 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme