Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Stasimon 4

[Episode]
ὕβρεως.
Βδελυκλέων
ὕβρεως; μὴ μὴ καλέσῃ πρὸς τῶν θεῶν·
 
ἐγὼ γὰρ ὑπὲρ αὐτοῦ δίκην δίδωμί σοι
 
ἣν ἂν σὺ τάξῃς, καὶ χάριν προσείσομαι. 1420
Φιλοκλέων
ἐγὼ μὲν οὖν αὐτῷ διαλλαχθήσομαι
 
ἑκών· ὁμολογῶ γὰρ πατάξαι καὶ βαλεῖν.
 
ἀλλʼ ἐλθὲ δευρί· πότερον ἐπιτρέπεις ἐμοί,
 
ὅ τι χρή μʼ ἀποτείσαντʼ ἀργύριον τοῦ πράγματος
 
εἶναι φίλον τὸ λοιπόν, ἢ σύ μοι φράσεις; 1425
Κατήγορος
σὺ λέγε. δικῶν γὰρ οὐ δέομʼ οὐδὲ πραγμάτων.
Φιλοκλέων
ἀνὴρ Συβαρίτης ἐξέπεσεν ἐξ ἅρματος,
 
καί πως κατεάγη τῆς κεφαλῆς μέγα σφόδρα·
 
ἐτύγχανεν γὰρ οὐ τρίβων ὢν ἱππικῆς.
 
κἄπειτʼ ἐπιστὰς εἶπʼ ἀνὴρ αὐτῷ φίλος· 1430
 
ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.
 
οὕτω δὲ καὶ σὺ παράτρεχʼ ἐς τὰ Πιττάλου.
Βδελυκλέων
οὕμοιά σου καὶ ταῦτα τοῖς ἄλλοις τρόποις.
Κατήγορος
ἀλλʼ οὖν σὺ μέμνησʼ αὐτὸς ἁπεκρίνατο.
Φιλοκλέων
ἄκουε, μὴ φεῦγʼ. ἐν Συβάρει γυνή ποτε 1435
 
κατέαξʼ ἐχῖνον.
← Önceki Stasimon 4 · 6 / 9 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme