Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Stasimon 4

[Episode]
ποθεῖν ἐρᾶν τʼ ἔοικας ὡραίας σοροῦ. 1365
Βδελυκλέων
οὔτοι καταπροίξει μὰ τὸν Ἀπόλλω τοῦτο δρῶν.
Φιλοκλέων
ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην.
Βδελυκλέων
οὐ δεινὰ τωθάζειν σε τὴν αὐλητρίδα
 
τῶν ξυμποτῶν κλέψαντα;
Φιλοκλέων
ποίαν αὐλητρίδα;
 
τί ταῦτα ληρεῖς ὥσπερ ἀπὸ τύμβου πεσών; 1370
Βδελυκλέων
νὴ τὸν Δίʼ αὕτη πού ʼστί σοί γʼ ἡ Δαρδανίς.
Φιλοκλέων
οὔκ, ἀλλʼ ἐν ἀγορᾷ τοῖς θεοῖς δᾲς κάεται.
Βδελυκλέων
δᾲς ἥδε;
Φιλοκλέων
δᾲς δῆτʼ. οὐχ ὁρᾷς ἐστιγμένην;
Βδελυκλέων
τί δὲ τὸ μέλαν τοῦτʼ ἐστὶν αὐτῆς τοὐν μέσῳ;
Φιλοκλέων
ἡ πίττα δήπου καομένης ἐξέρχεται. 1375
Βδελυκλέων
ὁ δʼ ὄπισθεν οὐχὶ πρωκτός ἐστιν οὑτοσί;
Φιλοκλέων
ὄζος μὲν οὖν τῆς δᾳδὸς οὗτος ἐξέχει.
Βδελυκλέων
τί λέγεις σύ; ποῖος ὄζος; οὐκ εἶ δεῦρο σύ;
Φιλοκλέων
ἆ ἆ τί μέλλεις δρᾶν;
Βδελυκλέων
ἄγειν ταύτην λαβὼν
 
ἀφελόμενός σε καὶ νομίσας εἶναι σαπρὸν 1380
 
κοὐδὲν δύνασθαι δρᾶν.
← Önceki Stasimon 4 · 3 / 9 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme