Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Stasimon 3

[Episode]
ἄγε νυν ἴωμεν· μηδὲν ἡμᾶς ἰσχέτω.
[Choral]
πολλάκις δὴ ʼδοξʼ ἐμαυτῷ δεξειὸς πεφυκέναι 1265
Χορός
καὶ σκαιὸς οὐδεπώποτε·
 
ἀλλʼ Ἀμυνίας ὁ Σέλλου μᾶλλον οὑκ τῶν Κρωβύλων,
 
οὗτος ὅν γʼ ἐγώ ποτʼ εἶδον ἀντὶ μήλου καὶ ῥοᾶς
 
δειπνοῦντα μετὰ Λεωγόρου·
 
πεινῇ γὰρ ᾗπερ Ἀντιφῶν· 1270
 
ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετʼ, εἶτʼ ἐκεῖ
 
μόνος μόνοις
 
τοῖς Πενέσταισι ξυνῆν τοῖς
 
Θετταλῶν, αὐτὸς πενέστης ὢν ἔλαττων οὐδενός.
 
ὦ μακάριʼ Αὐτόμενες ὥς σε μακαρίζομεν, 1275
 
παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους·
 
πρῶτα μὲν ἅπασι φίλον ἄνδρα τε σοφώτατον,
 
τὸν κιφαραοιδότατον, ᾧ χάρις ἐφέσπετο·
 
τὸν δʼ ὑποκριτὴν ἕτερον ἀργαλέον ὡς σοφόν·
 
εἶτʼ Ἀριφράδην πολύ τι θυμοσοφικώτατον, 1280
 
ὅντινά ποτʼ ὤμοσε μαθόντα παρὰ μηδενός,
 
ἀλλʼ ἀπὸ σοφῆς φύσεος αὐτόματον ἐκμαθεῖν
 
γλωττοποιεῖν ἐς τὰ πορνεῖʼ εἰσιόνθʼ ἑκάστοτε.
← Önceki Stasimon 3 · 2 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme