Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Epeisodion 2

Βδελυκλέων
οὐδεὶς πώποτʼ ἀνὴρ ἔγεντʼ Ἀθήναις—
Φιλοκλέων
οὐχ οὕτω γε πανοῦργος οὐδὲ κλέπτης.
Βδελυκλέων
τουτὶ σὺ δράσεις; παραπολεῖ βοώμενος·
 
φήσει γὰρ ἐξολεῖν σε καὶ διαφθερεῖν
 
καὶ τῆσδε τῆς γῆς ἐξελᾶν. 1230
Φιλοκλέων
ἐγὼ δέ γε, 1230
 
ἐὰν ἀπειλῇ, νὴ Δίʼ ἕτερʼ ἀντᾴσομαι·
 
ὦνθρωφʼ, οὖτος ὁ μαιόμενος τὸ μέγα κράτος,
 
ἀντρέψεις ἔτι τὰν πόλιν· ἁ δʼ ἔχεται ῥοπᾶς. 1235
Βδελυκλέων
τί δʼ ὅταν Θέωρος πρὸς ποδῶν κατακείμενος
 
ᾄδῃ Κλέωνος λαβόμενος τῆς δεξιᾶς·
 
Ἀδμήτου λόγον ὦταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει.
 
τούτῳ τί λέξεις σκόλιον;
Φιλοκλέων
ᾠδικῶς ἐγώ.
 
οὐκ ἔστιν ἀλωπεκίζειν, 1240
 
οὐδʼ ἀμφοτέροισι γίγνεσθαι φίλον.
Βδελυκλέων
μετὰ τοῦτον Αἰσχίνης ὁ Σέλλου δέξεται,
 
ἀνὴρ σοφὸς καὶ μουσικός, κᾆτʼ ᾄσεται·
← Önceki Epeisodion 2 · 7 / 7 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme