Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Epeisodion 2

Βδελυκλέων
ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.
Φιλοκλέων
πῶς οὖν κατακλινῶ; φράζʼ ἀνύσας. 1210
Βδελυκλέων
εὐσχημόνως. 1210
Φιλοκλέων
ὡδὶ κελεύεις κατακλινῆναι;
Βδελυκλέων
μηδαμῶς.
Φιλοκλέων
πῶς δαί;
Βδελυκλέων
τὰ γόνατʼ ἔκτεινε καὶ γυμναστικῶς
 
ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασιν.
 
ἔπειτʼ ἐπαίνεσόν τι τῶν χαλκωμάτων,
 
ὀροφὴν θέασαι, κρεκάδιʼ αὐλῆς θαύμασον· 1215
 
ὕδωρ κατὰ χειρός· τὰς τραπέζας ἐσφέρειν·
 
δειπνοῦμεν· ἀπονενίμμεθʼ· ἤδη σπένδομεν.
Φιλοκλέων
πρὸς τῶν θεῶν ἐνύπνιον ἑστιώμεθα;
Βδελυκλέων
αὑλητρὶς ἐνεφύσησεν· οἱ δὲ συμπόται
 
εἰσὶν Θέωρος Αἰσχίνης Φᾶνος Κλέων, 1220
 
ξένος τις ἕτερος πρὸς κεφαλῆς Ἀκέστορος.
 
τούτοις ξυνὼν τὰ σκόλιʼ ὅπως δέξει καλῶς.
Φιλοκλέων
ἄληθες; ὡς οὐδεὶς Διακρίων δέξεται.
Βδελυκλέων
ἐγὼ εἴσομαι· καὶ δὴ γάρ εἰμʼ ἐγὼ Κλέων,
 
ᾄδω δὲ πρῶτος Ἁρμοδίου· δέξαι δὲ σύ. 1225
← Önceki Epeisodion 2 · 6 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme