Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Epeisodion 2

Βδελυκλέων
ἀλλʼ οὖν λέγειν χρή σʼ ὡς ἐμάχετό γʼ αὐτίκα 1190
 
Ἐφουδίων παγκράτιον Ἀσκώνδᾳ καλῶς,
 
ἤδη γέρων ὢν καὶ πολιός, ἔχων δέ τοι
 
πλευρὰν βαθυτάτην καὶ χέρας καὶ λαγόνα καὶ
 
θώρακʼ ἄριστον.
Φιλοκλέων
παῦε παῦʼ, οὐδὲν λέγεις.
 
πῶς ἂν μαχέσαιτο παγκράτιον θώρακʼ ἔχων; 1195
Βδελυκλέων
οὕτω διηγεῖσθαι νομίζουσʼ οἱ σοφοί.
 
ἀλλʼ ἕτερον εἰπέ μοι· παρʼ ἀνδράσι ξένοις
 
πίνων σεαυτοῦ ποῖον ἂν λέξαι δοκεῖς
 
ἐπὶ νεότητος ἔργον ἀνδρικώτατον;
Φιλοκλέων
ἐκεῖνʼ ἐκεῖνʼ ἀνδρειότατόν γε τῶν ἐμῶν, 1200
 
ὅτʼ Ἐργασίωνος τὰς χάρακας ὑφειλόμην.
Βδελυκλέων
ἀπολεῖς με. ποίας χάρακας; ἀλλʼ ὡς ἢ κάπρον
 
ἐδιώκαθές ποτʼ ἢ λαγών, ἢ λαμπάδα
 
ἔδραμες, ἀνευρὼν ὅ τι νεανικώτατον.
Φιλοκλέων
ἐγᾦδα τοίνυν τό γε νεανικώτατον· 1205
 
ὅτε τὸν δρομέα Φάυλλον ὢν βούπαις ἔτι
 
εἶλον διώκων λοιδορίας ψήφοιν δυοῖν.
Βδελυκλέων
παὖ· ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε
← Önceki Epeisodion 2 · 5 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme