Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Epeisodion 2

Φιλοκλέων
οὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσομαι,
 
ἐπεὶ μόνος μʼ ἔσωσε παρατεταγμένον,
 
ὅθʼ ὁ βορέας ὁ μέγας ἐπεστρατεύσατο.
Βδελυκλέων
ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυμεῖν παθεῖν. 1125
Φιλοκλέων
μὰ τὸν Δίʼ οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον.
 
καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενος
 
ἀπέδωκʼ ὀφείλων τῷ κναφεῖ τριώβολον.
Βδελυκλέων
ἀλλʼ οὖν πεπειράσθω γʼ, ἐπειδήπερ γʼ ἅπαξ
 
ἐμοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν. 1130
Φιλοκλέων
τί οὖν κελεύεις δρᾶν με;
Βδελυκλέων
τὸν τρίβωνʼ ἄφες,
 
τηνδὶ δὲ χλαῖναν ἀναβαλοῦ τριβωνικῶς.
Φιλοκλέων
ἔπειτα παῖδας χρὴ φυτεύειν καὶ τρέφειν,
 
ὅθʼ οὑτοσί με νῦν ἀποπνῖξαι βούλεται;
Βδελυκλέων
ἔχʼ ἀναβαλοῦ τηνδὶ λαβὼν καὶ μὴ λάλει. 1135
Φιλοκλέων
τουτὶ τὸ κακὸν τί ἐστι πρὸς πάντων θεῶν;
Βδελυκλέων
οἱ μὲν καλοῦσι Περσίδʼ οἱ δὲ καυνάκην.
Φιλοκλέων
ἐγὼ δὲ σισύραν ᾠόμην Θυμαιτίδα.
Βδελυκλέων
κοὐ θαῦμά γʼ· ἐς Σάρδεις γὰρ οὐκ ἐλήλυθας.
 
ἔγνως γὰρ ἄν· νῦν δʼ οὐχὶ γιγνώσκεις. 1140
← Önceki bölüm Epeisodion 2 · 1 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme