Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Stasimon 2

[Parabasis]
ὦ πάλαι ποτʼ ὄντες ἡμεῖς ἄλκιμοι μὲν ἐν χοροῖς, 1060
Χορός
ἄλκιμοι δʼ ἐν μάχαις,
 
καὶ κατʼ αὐτὸ δὴ τοῦτο μόνον ἄνδρες ἀλκιμώτατοι·
 
πρίν ποτʼ ἦν πρὶν ταῦτα, νῦν δʼ
 
οἴχεται, κύκνου τʼ ἔτι πολιώτεραι δὴ
 
αἵδʼ ἐπανθοῦσιν τρίχες. 1065
 
ἀλλὰ κἀκ τῶν λειψάνων δεῖ
 
τῶνδε ῥώμην νεανικὴν σχεῖν·
 
ὡς ἐγὼ τοὐμὸν νομίζω
 
γῆρας εἶναι κρεῖττον ἢ πολλῶν
 
κικίννους νεανιῶν καὶ
 
σχῆμα κεὐρυπρωκτίαν. 1070
 
εἴ τις ὑμῶν ὦ θεαταὶ τὴν ἐμὴν ἰδὼν φύσιν
 
εἶτα θαυμάζει μʼ ὁρῶν μέσον διεσφηκωμένον,
 
ἥτις ἡμῶν ἐστὶν ἡ ʼπίνοια τῆς ἐγκεντρίδος,
 
ῥᾳδίως ἐγὼ διδάξω, κἂν ἄμουσος ᾖ τὸ πρίν.
 
ἐσμὲν ἡμεῖς, οἷς πρόσεστι τοῦτο τοὐρροπύγιον, 1075
 
Ἀττικοὶ μόνοι δικαίως ἐγγενεῖς αὐτόχθονες,
 
ἀνδρικώτατον γένος καὶ πλεῖστα τήνδε τὴν πόλιν
 
ὠφελῆσαν ἐν μάχαισιν, ἡνίκʼ ἦλθʼ ὁ βάρβαρος,
← Önceki bölüm Stasimon 2 · 1 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme