Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Epeisodion 1

Βδελυκλέων
εἰ μὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες. 965
 
φησὶ κατακνῆσαι.
Φιλοκλέων
νὴ Δίʼ ἀλλὰ ψεύδεται.
Βδελυκλέων
ὦ δαιμόνιʼ ἐλέει ταλαιπωρουμένους.
 
οὗτος γὰρ ὁ Λάβης καὶ τραχήλιʼ ἐσθίει
 
καὶ τὰς ἀκάνθας, κοὐδέποτʼ ἐν ταὐτῷ μένει.
 
ὁ δʼ ἕτερος οἷός ἐστιν οἰκουρὸς μόνον. 970
 
αὐτοῦ μένων γὰρ ἅττʼ ἂν εἴσω τις φέρῃ
 
τούτων μεταιτεῖ τὸ μέρος· εἰ δὲ μή, δάκνει.
Φιλοκλέων
αἰβοῖ. τί κακόν ποτʼ ἔσθʼ ὅτῳ μαλάττομαι;
 
κακόν τι περιβαίνει με κἀναπείθομαι.
Βδελυκλέων
ἴθʼ ἀντιβολῶ σʼ· οἰκτίρατʼ αὐτὸν ὦ πάτερ, 975
 
καὶ μὴ διαφθείρητε. ποῦ τὰ παιδία;
 
ἀναβαίνετʼ ὦ πόνηρα καὶ κνυζούμενα
 
αἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε.
Φιλοκλέων
κατάβα κατάβα κατάβα κατάβα.
Βδελυκλέων
καταβήσομαι.
 
καίτοι τὸ κατάβα τοῦτο πολλοὺς δὴ πάνυ 980
 
ἐξηπάτηκεν. ἀτὰρ ὅμως καταβήσομαι.
Φιλοκλέων
ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν.
← Önceki Epeisodion 1 · 5 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme