Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Epeisodion 1

Φιλοκλέων
ἀλλʼ οὐκ ἔχειν οὗτός γʼ ἔοικεν ὅ τι λέγῃ. 945
Βδελυκλέων
οὔκ, ἀλλʼ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι,
 
ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης·
 
ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους.
 
πάρεχʼ ἐκποδών. ἐγὼ γὰρ ἀπολογήσομαι.
 
χαλεπὸν μὲν ὦνδρες ἐστὶ διαβεβλημένου 950
 
ὑπεραποκρίνεσθαι κυνός, λέξω δʼ ὅμως.
 
ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους.
Φιλοκλέων
κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης.
Βδελυκλέων
μὰ Δίʼ ἀλλʼ ἄριστός ἐστι τῶν νυνὶ κυνῶν
 
οἷός τε πολλοῖς προβατίοις ἐφεστάναι. 955
Φιλοκλέων
τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει;
Βδελυκλέων
ὅ τι; σοῦ προμάχεται καὶ φυλάττει τὴν θύραν
 
καὶ τἄλλʼ ἄριστός ἐστιν· εἰ δʼ ὑφείλετο,
 
ξύγγνωθι. κιθαρίζειν γὰρ οὐκ ἐπίσταται.
Φιλοκλέων
ἐγὼ δʼ ἐβουλόμην ἂν οὐδὲ γράμματα, 960
 
ἵνα μὴ κακουργῶν ἐνέγραφʼ ἡμῖν τὸν λόγον.
Βδελυκλέων
ἄκουσον ὦ δαιμόνιέ μου τῶν μαρτύρων.
 
ἀνάβηθι τυρόκνηστι καὶ λέξον μέγα·
 
σὺ γὰρ ταμιεύουσʼ ἔτυχες. ἀπόκριναι σαφῶς,
← Önceki Epeisodion 1 · 4 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme