Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Epeisodion 1

Βδελυκλέων
εἴ τις θύρασιν ἡλιαστής, εἰσίτω·
 
ὡς ἡνίκʼ ἂν λέγωσιν οὐκ ἐσφρήσομεν.
Φιλοκλέων
τίς ἆρʼ ὁ φεύγων;
Βδελυκλέων
οὗτος.
Φιλοκλέων
ὅσον ἁλώσεται.
Βδελυκλέων
ἀκούετʼ ἤδη τῆς γραφῆς. ἐγράψατο
 
κύων Κυδαθηναιεὺς Λάβητʼ Αἰξωνέα 895
 
τὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεν
 
τὸν Σικελικόν. τίμημα κλῳὸς σύκινος.
Φιλοκλέων
θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ.
Βδελυκλέων
καὶ μὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα.
Φιλοκλέων
ὦ μιαρὸς οὗτος· ὡς δὲ καὶ κλέπτον βλέπει, 900
 
οἷον σεσηρὼς ἐξαπατήσειν μʼ οἴεται.
 
ποῦ δʼ ἔσθʼ ὁ διώκων, ὁ Κυδαθηναιεὺς κύων;
Κύων
αὗ αὗ.
Βδελυκλέων
πάρεστιν οὗτος.
Φιλοκλέων
ἕτερος οὗτος αὖ Λάβης.
Βδελυκλέων
ἀγαθός γʼ ὑλακτεῖν καὶ διαλείχειν τὰς χύτρας.
 
σίγα, κάθιζε· σὺ δʼ ἀναβὰς κατηγόρει. 905
Φιλοκλέων
φέρε νυν ἅμα τήνδʼ ἐγχεάμενος κἀγὼ ῥοφῶ.
← Önceki bölüm Epeisodion 1 · 1 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme