Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Prologos

Βδελυκλέων
λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς
 
δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον.
Φιλοκλέων
πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι
 
ὥσπερ πρότερον τὰ πράγματʼ ἔτι μασώμενος; 780
Βδελυκλέων
πολλῷ γʼ ἄμεινον· καὶ λέγεται γὰρ τουτογί,
 
ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων
 
μόλις τὸ πρᾶγμʼ ἔγνωσαν ἀναμασώμενοι.
Φιλοκλέων
ἀνά τό με πείθεις. ἀλλʼ ἐκεῖνʼ οὔπω λέγεις,
 
τὸν μισθὸν ὁπόθεν λήψομαι. 785
Βδελυκλέων
παρʼ ἐμοῦ. 785
Φιλοκλέων
καλῶς, 785
 
ὁτιὴ κατʼ ἐμαυτὸν κοὐ μεθʼ ἑτέρου λήψομαι.
 
αἴσχιστα γάρ τοί μʼ ἠργάσατο Λυσίστρατος
 
ὁ σκωπτόλης. δραχμὴν μετʼ ἐμοῦ πρώην λαβὼν
 
ἐλθὼν διεκερματίζετʼ ἐν τοῖς ἰχθύσιν,
 
κἄπειτʼ ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων· 790
 
κἀγὼ ʼνέκαψʼ· ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν·
 
κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα·
 
κᾆθʼ εἷλκον αὐτόν.
Βδελυκλέων
ὁ δὲ τί πρὸς ταῦτʼ εἶφʼ;
← Önceki Prologos · 2 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme