Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

[Agon]
τί τὸ πρᾶγμʼ; 395
Βδελυκλέων
ὥσπερ φωνή μέ τις ἐγκεκύκλωται. 395
Ξανθίας
μῶν ὁ γέρων πῃ διαδύεται αὖ;
Βδελυκλέων
μὰ Δίʼ οὐ δῆτʼ, ἀλλὰ καθιμᾷ
 
αὑτὸν δήσας.
Ξανθίας
ὦ μιαρώτατε τί ποιεῖς; οὐ μὴ καταβήσει;
Βδελυκλέων
ἀνάβαινʼ ἀνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε,
 
ἤν πως πρύμνην ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις.
Φιλοκλέων
οὐ ξυλλήψεσθʼ ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι, 400
 
ὦ Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε;
 
πότε δʼ, εἰ μὴ νῦν, ἐπαρήξετέ μοι, πρίν μʼ εἴσω μᾶλλον ἄγεσθαι;
[Choral]
εἰπέ μοι τί μέλλομεν κινεῖν ἐκείνην τὴν χολήν,
Χορός
ἥνπερ, ἡνίκʼ ἄν τις ἡμῶν ὀργίσῃ τὴν σφηκιάν;
 
νῦν ἐκεῖνο νῦν ἐκεῖνο 405
 
τοὐξύθυμον, ᾧ κολαζόμεσθα,
 
κέντρον †ἐντέτατʼ ὀξύ†.
 
ἀλλὰ θαἰμάτια βαλόντες ὡς τάχιστα, παιδία,
 
θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτʼ ἀγγέλλετε,
 
καὶ κελεύετʼ αὐτὸν ἥκειν 410
 
ὡς ἐπʼ ἄνδρα μισόπολιν
← Önceki Parodos · 8 / 26 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme