Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

[Parodos]
κακόν τι ποιῆσαι.
Φιλοκλέων
ἀλλʼ ὦ Ζεῦ Ζεῦ μέγα βροντήσας
 
ἤ με ποίησον καπνὸν ἐξαίφνης
 
ἢ Προξενίδην ἢ τὸν Σέλλου 325
 
τοῦτον τὸν ψευδαμάμαξυν.
 
τόλμησον ἄναξ χαρίσασθαί μοι,
 
πάθος οἰκτίρας· ἤ με κεραυνῷ
 
διατινθαλέῳ σπόδισον ταχέως,
 
κἄπειτʼ ἀνελών μʼ ἀποφυσήσας 330
 
εἰς ὀξάλμην ἔμβαλε θερμήν·
 
ἢ δῆτα λίθον με ποίησον ἐφʼ οὗ
 
τὰς χοιρίνας ἀριθμοῦσι.
[Agon 1]
τίς γάρ ἐσθʼ ὁ ταῦτά σʼ εἵργων
Χορός
κἀποκλῄων τῇ θύρᾳ; λέξον·
 
πρὸς εὔνους γὰρ φράσεις. 335
[Agon]
οὑμὸς υἱός. ἀλλὰ μὴ βοᾶτε· καὶ γὰρ τυγχάνει
Φιλοκλέων
οὑτοσὶ πρόσθεν καθεύδων. ἀλλʼ ὕφεσθε τοῦ τόνου.
Χορός
τοῦ δʼ ἔφεξιν ὦ μάταιε ταῦτα δρᾶν σε βούλεται;
 
καὶ τίνα πρόφασιν ἔχων;
Φιλοκλέων
οὐκ ἐᾷ μʼ ὦνδρες δικάζειν οὐδὲ δρᾶν οὐδὲν κακόν, 340
← Önceki Parodos · 4 / 26 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme