Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Parodos

[Parodos]
μὰ τὸν Δίʼ οὐ ψεύσει γέ με·
Στρεψιάδης
καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.
Σωκράτης
εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν.
 
ὦ δέσποτʼ ἄναξ ἀμέτρητʼ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον,
 
λαμπρός τʼ Αἰθὴρ σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυνοι, 265
 
ἄρθητε φάνητʼ ὦ δέσποιναι τῷ φροντιστῇ μετέωροι.
Στρεψιάδης
μήπω μήπω γε πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ.
 
τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμονʼ ἔχοντα.
Σωκράτης
ἔλθετε δῆτʼ ὦ πολυτίμητοι Νεφέλαι τῷδʼ εἰς ἐπίδειξιν·
 
εἴτʼ ἐπʼ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε, 270
 
εἴτʼ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις,
 
εἴτʼ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν,
 
ἢ Μαιῶτιν λίμνην ἔχετʼ ἢ σκόπελον νιφόεντα Μίμαντος·
 
ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.
[Parodos 1]
ἀέναοι Νεφέλαι 275
Χορός
ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον,
 
πατρὸς ἀπʼ Ὠκεανοῦ βαρυαχέος
 
ὑψηλῶν ὀρέων κορυφὰς ἐπὶ
 
δενδροκόμους, ἵνα 280
 
τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα,
Parodos · 1 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme