Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Eksodos

Στρεψιάδης
ἐμοὶ δὲ δᾷδʼ ἐνεγκάτω τις ἡμμένην, 1490
 
κἀγώ τινʼ αὐτῶν τήμερον δοῦναι δίκην
 
ἐμοὶ ποιήσω, κεἰ σφόδρʼ εἴσʼ ἀλαζόνες.
Μαθητής Α
ἰοὺ ἰού.
Στρεψιάδης
σὸν ἔργον ὦ δᾲς ἱέναι πολλὴν φλόγα.
Μαθητής Α
ἄνθρωπε, τί ποιεῖς; 1495
Στρεψιάδης
ὅ τι ποιῶ; τί δʼ ἄλλο γʼ ἢ 1495
 
διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας;
Μαθητής Β
οἴμοι τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν;
Στρεψιάδης
ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε.
Μαθητής Γ
ἀπολεῖς ἀπολεῖς.
Στρεψιάδης
τοῦτʼ αὐτὸ γὰρ καὶ βούλομαι,
 
ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας, 1500
 
ἢ ʼγὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών.
Σωκράτης
οὗτος τί ποιεῖς ἐτεὸν οὑπὶ τοῦ τέγους;
Στρεψιάδης
ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
Σωκράτης
οἴμοι τάλας δείλαιος ἀποπνιγήσομαι.
Χαιρεφῶν
ἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι. 1505
Στρεψιάδης
τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε,
 
καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν;
← Önceki Eksodos · 3 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme