Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 2

[Lyric-Scene]
τί δαί; 1275
Στρεψιάδης
τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς.
Αμυνίας
σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γέ μοι,
 
εἰ μὴ ʼποδώσεις τἀργύριον.
Στρεψιάδης
κάτειπέ νυν,
 
πότερα νομίζεις καινὸν ἀεὶ τὸν Δία
 
ὕειν ὕδωρ ἑκάστοτʼ, ἢ τὸν ἥλιον 1280
 
ἕλκειν κάτωθεν ταὐτὸ τοῦθʼ ὕδωρ πάλιν;
Αμυνίας
οὐκ οἶδʼ ἔγωγʼ ὁπότερον, οὐδέ μοι μέλει.
Στρεψιάδης
πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ,
 
εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων;
Αμυνίας
ἀλλʼ εἰ σπανίζεις, τἀργυρίου μοι τὸν τόκον 1285
 
ἀπόδοτε·
Στρεψιάδης
τοῦτο δʼ ἔσθʼ ὁ τόκος τί θηρίον;
Αμυνίας
τί δʼ ἄλλο γʼ ἢ κατὰ μῆνα καὶ καθʼ ἡμέραν
 
πλέον πλέον τἀργύριον ἀεὶ γίγνεται
 
ὑπορρέοντος τοῦ χρόνου;
Στρεψιάδης
καλῶς λέγεις.
 
τί δῆτα; τὴν θάλατταν ἔσθʼ ὅτι πλείονα 1290
 
νυνὶ νομίζεις ἢ πρὸ τοῦ;
← Önceki Stasimon 2 · 8 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme