Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 2

[Lyric-Scene]
χοἰ δημόται 1210
Στρεψιάδης
ζηλοῦντες ἡνίκʼ ἂν σὺ νικᾷς λέγων τὰς δίκας.
 
ἀλλʼ εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι.
Πασίας
εἶτʼ ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι;
 
οὐδέποτέ γʼ, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε 1215
 
ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα,
 
ὅτε τῶν ἐμαυτοῦ γʼ ἕνεκα νυνὶ χρημάτων
 
ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι
 
ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ.
 
ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ 1220
 
ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην —
Στρεψιάδης
τίς οὑτοσί;
Πασίας
ἐς τὴν ἕνην τε καὶ νέαν.
Στρεψιάδης
μαρτύρομαι,
 
ὅτι ἐς δύʼ εἶπεν ἡμέρας. τοῦ χρήματος;
Πασίας
τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενος
 
τὸν ψαρὸν ἵππον. 1225
Στρεψιάδης
ἵππον; οὐκ ἀκούετε; 1225
 
ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθʼ ἱππικήν.
Πασίας
καὶ νὴ Δίʼ ἀποδώσειν γʼ ἐπώμνυς τοὺς θεούς.
← Önceki Stasimon 2 · 4 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme