Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 1

Σωκράτης
ὁρᾷς; γυναῖκα τὴν Ἀμυνίαν καλεῖς.
Στρεψιάδης
οὔκουν δικαίως ἥτις οὐ στρατεύεται;
 
ἀτὰρ τί ταῦθʼ ἃ πάντες ἴσμεν μανθάνω;
Σωκράτης
οὐδὲν μὰ Δίʼ ἀλλὰ κατακλινεὶς δευρὶ —
Στρεψιάδης
τί δρῶ;
Σωκράτης
ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων. 695
Στρεψιάδης
μὴ δῆθʼ ἱκετεύω σʼ ἐνγεταῦθʼ· ἀλλʼ εἴ γε χρή,
 
χαμαί μʼ ἔασον αὐτὰ ταῦτʼ ἐκφροντίσαι.
Σωκράτης
οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα.
Στρεψιάδης
κακοδαίμων ἐγώ,
 
οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.
[Lyric-Scene]
φρόντιζε δὴ καὶ διάθρει πάντα τρόπον τε σαυτὸν 700
Χορός
στρόβει πυκνώσας.
 
ταχὺς δʼ, ὅταν εἰς ἄπορον πέσῃς,
 
ἐπʼ ἄλλο πήδα
 
νόημα φρενός· ὕπνος δʼ ἀπέστω γλυκύθυμος ὀμμάτων. 705
 
Στρεψιάδης
ἀτταταῖ ἀτταταῖ.
Χορός
τί πάσχεις; τί κάμνεις;
Στρεψιάδης
ἀπόλλυμαι δείλαιος· ἐκ τοῦ σκίμποδος
← Önceki Stasimon 1 · 8 / 30 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme