Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 1

[Agon]
ἧς ἐμνήσθης —
Δίκαιος Λόγος
τῆς σῆς, πόλεώς θʼ ἥτις σε τρέφει
 
λυμαινόμενον τοῖς μειρακίοις.
Ἄδικος Λόγος
οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.
Δίκαιος Λόγος
εἴπερ γʼ αὐτὸν σωθῆναι χρὴ 930
 
καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.
Ἄδικος Λόγος
δεῦρʼ ἴθι, τοῦτον δʼ ἔα μαίνεσθαι.
Δίκαιος Λόγος
κλαύσει, τὴν χεῖρʼ ἢν ἐπιβάλλῃς.
Χορός
παύσασθε μάχης καὶ λοιδορίας.
 
ἀλλʼ ἐπίδειξαι σύ τε τοὺς προτέρους 935
 
ἅττʼ ἐδίδασκες, σύ τε τὴν καινὴν
 
παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν
 
ἀντιλεγόντοιν κρίνας φοιτᾷ.
Δίκαιος Λόγος
δρᾶν ταῦτʼ ἐθέλω.
Ἄδικος Λόγος
κἄγωγʼ ἐθέλω.
Χορός
φέρε δὴ πότερος λέξει πρότερος; 940
Ἄδικος Λόγος
τούτῳ δώσω·
 
κᾆτʼ ἐκ τούτων ὧν ἂν λέξῃ
 
ῥηματίοισιν καινοῖς αὐτὸν
 
καὶ διανοίαις κατατοξεύσω.
← Önceki Stasimon 1 · 22 / 30 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme