Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 1

[Agon]
γνώμας καινὰς ἐξευρίσκων.
Δίκαιος Λόγος
ταῦτα γὰρ ἀνθεῖ διὰ τουτουσὶ
 
τοὺς ἀνοήτους.
Ἄδικος Λόγος
οὔκ, ἀλλὰ σοφούς.
Δίκαιος Λόγος
ἀπολῶ σε κακῶς.
Ἄδικος Λόγος
εἰπὲ τί ποιῶν; 900
Δίκαιος Λόγος
τὰ δίκαια λέγων. 900
Ἄδικος Λόγος
ἀλλʼ ἀνατρέψω γʼ αὔτʼ ἀντιλέγων·
 
οὐδὲ γὰρ εἶναι πάνυ φημὶ δίκην.
Δίκαιος Λόγος
οὐκ εἶναι φῄς;
Ἄδικος Λόγος
φέρε γὰρ ποῦ ʼστιν;
Δίκαιος Λόγος
παρὰ τοῖσι θεοῖς.
Ἄδικος Λόγος
πῶς δῆτα δίκης οὔσης ὁ Ζεὺς
 
οὐκ ἀπόλωλεν τὸν πατέρʼ αὑτοῦ 905
 
δήσας;
Δίκαιος Λόγος
αἰβοῖ τουτὶ καὶ δὴ
 
χωρεῖ τὸ κακόν· δότε μοι λεκάνην.
Ἄδικος Λόγος
τυφογέρων εἶ κἀνάρμοστος.
Δίκαιος Λόγος
καταπύγων εἶ κἀναίσχυντος.
Ἄδικος Λόγος
ῥόδα μʼ εἴρηκας. 910
← Önceki Stasimon 1 · 20 / 30 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme