Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 1

[Parabasis]
ἡ σελήνη δʼ ἐξέλειπε τὰς ὁδούς, ὁ δʼ ἥλιος
Χορός
τὴν θρυαλλίδʼ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας 585
 
οὐ φανεῖν ἔφασκεν ὑμῖν, εἰ στρατηγήσει Κλέων.
 
ἀλλʼ ὅμως εἵλεσθε τοῦτον. φασὶ γὰρ δυσβουλίαν
 
τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεοὺς
 
ἅττʼ ἂν ὑμεῖς ἐξαμάρτητʼ ἐπὶ τὸ βέλτιον τρέπειν.
 
ὡς δὲ καὶ τοῦτο ξυνοίσει ῥᾳδίως διδάξομεν· 590
 
ἢν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς
 
εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα,
 
αὖθις ἐς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε,
 
ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει συνοίσεται.
 
ἀμφί μοι αὖτε Φοῖβʼ ἄναξ 595
 
Δήλιε Κυνθίαν ἔχων
 
ὑψικέρατα πέτραν,
 
ἥ τʼ Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεις
 
οἶκον ἐν ᾧ κόραι σε Λυδῶν μεγάλως σέβουσιν, 600
 
ἥ τʼ ἐπιχώριος ἡμετέρα θεὸς
 
αἰγίδος ἡνίοχος πολιοῦχος Ἀθάνα,
 
Παρνασσίαν θʼ ὃς κατέχων
 
πέτραν σὺν πεύκαις σελαγεῖ
← Önceki Stasimon 1 · 2 / 30 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme