Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 1

[Lyric-Scene]
κἀκ τῶν σιδίων βατράχους ἐποίει πῶς δοκεῖς.
Στρεψιάδης
ὅπως δʼ ἐκείνω τὼ λόγω μαθήσεται,
 
τὸν κρείττονʼ ὅστις ἐστὶ καὶ τὸν ἥττονα,
 
ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα·
 
ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ. 885
Σωκράτης
αὐτὸς μαθήσεται παρʼ αὐτοῖν τοῖν λόγοιν.
 
ἐγὼ δʼ ἀπέσομαι.
Στρεψιάδης
τοῦτό νυν μέμνησʼ, ὅπως
 
πρὸς πάντα τὰ δίκαιʼ ἀντιλέγειν δυνήσεται.
Χορός
[Agon]
χώρει δευρί, δεῖξον σαυτὸν
Δίκαιος Λόγος
τοῖσι θεαταῖς, καίπερ θρασὺς ὤν. 890
Ἄδικος Λόγος
ἴθʼ ὅποι χρῄζεις. πολὺ γὰρ μᾶλλόν ʼς
 
ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ.
Δίκαιος Λόγος
ἀπολεῖς σύ; τίς ὤν;
Ἄδικος Λόγος
λόγος.
Δίκαιος Λόγος
ἥττων γʼ ὤν.
Ἄδικος Λόγος
ἀλλά σε νικῶ τὸν ἐμοῦ κρείττω
 
φάσκοντʼ εἶναι. 895
Δίκαιος Λόγος
τί σοφὸν ποιῶν; 895
← Önceki Stasimon 1 · 19 / 30 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme