Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 1

[Lyric-Scene]
οἶδʼ, ἑξέτει σοι τραυλίσαντι πιθόμενος,
Στρεψιάδης
ὃν πρῶτον ὀβολὸν ἔλαβον ἡλιαστικόν,
 
τούτου ʼπριάμην σοι Διασίοις ἁμαξίδα.
Φειδιππίδης
ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτʼ ἀχθέσει. 865
Στρεψιάδης
εὖ γʼ ὅτι ἐπείσθης. δεῦρο δεῦρʼ ὦ Σώκρατες,
 
ἔξελθʼ· ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ
 
ἄκοντʼ ἀναπείσας.
Σωκράτης
νηπύτιος γάρ ἐστʼ ἔτι,
 
καὶ τῶν κρεμαθρῶν οὔπω τρίβων τῶν ἐνθάδε.
Φειδιππίδης
αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε. 870
Στρεψιάδης
οὐκ ἐς κόρακας; καταρᾷ σὺ τῷ διδασκάλῳ;
Σωκράτης
ἰδοὺ κρέμαιʼ, ὡς ἠλίθιον ἐφθέγξατο
 
καὶ τοῖσι χείλεσιν διερρυηκόσιν.
 
πῶς ἂν μάθοι ποθʼ οὗτος ἀπόφυξιν δίκης
 
ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν; 875
 
καίτοι γε ταλάντου τοῦτʼ ἔμαθεν Ὑπέρβολος.
Στρεψιάδης
ἀμέλει δίδασκε· θυμόσοφός ἐστιν φύσει·
 
εὐθύς γέ τοι παιδάριον ὄν τυννουτονὶ
 
ἔπλαττεν ἔνδον οἰκίας ναῦς τʼ ἔγλυφεν,
 
ἁμαξίδας τε σκυτίνας ἠργάζετο, 880
← Önceki Stasimon 1 · 18 / 30 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme