Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 1

[Lyric-Scene]
ἀλλὰ τίς;
Στρεψιάδης
Δῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς.
Φειδιππίδης
αἰβοῖ τί ληρεῖς;
Στρεψιάδης
ἴσθι τοῦθʼ οὕτως ἔχον.
Φειδιππίδης
τίς φησι ταῦτα; 830
Στρεψιάδης
Σωκράτης ὁ Μήλιος 830
 
καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη.
Φειδιππίδης
σὺ δʼ ἐς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας
 
ὥστʼ ἀνδράσιν πείθει χολῶσιν;
Στρεψιάδης
εὐστόμει
 
καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς
 
καὶ νοῦν ἔχοντας· ὧν ὑπὸ τῆς φειδωλίας 835
 
ἀπεκείρατʼ οὐδεὶς πώποτʼ οὐδʼ ἠλείψατο,
 
οὐδʼ ἐς βαλανεῖον ἦλθε λουσόμενος· σὺ δὲ
 
ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον.
 
ἀλλʼ ὡς τάχιστʼ ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε.
Φειδιππίδης
τί δʼ ἂν παρʼ ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν; 840
Στρεψιάδης
ἄληθες; ὅσαπερ ἔστʼ ἐν ἀνθρώποις σοφά·
 
γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς.
 
ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον ἐνταυθοῖ χρόνον.
← Önceki Stasimon 1 · 16 / 30 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme