Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 1

[Lyric-Scene]
οὐκ ἐς κόρακας ἀποφθερεῖ,
Σωκράτης
ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον; 790
Στρεψιάδης
οἴμοι τί οὖν δῆθʼ ὁ κακοδαίμων πείσομαι;
 
ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν.
 
ἀλλʼ ὦ Νεφέλαι χρηστόν τι συμβουλεύσατε.
Χορός
ἡμεῖς μὲν ὦ πρεσβῦτα συμβουλεύομεν,
 
εἴ σοί τις υἱός ἐστιν ἐκτεθραμμένος, 795
 
πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν.
Στρεψιάδης
ἀλλʼ ἔστʼ ἔμοιγʼ υἱὸς καλός τε κἀγαθός·
 
ἀλλʼ οὐκ ἐθέλει γὰρ μανθάνειν. τί ἐγὼ πάθω;
Χορός
σὺ δʼ ἐπιτρέπεις;
Στρεψιάδης
εὐσωματεῖ γὰρ καὶ σφριγᾷ,
 
κἄστʼ ἐκ γυναικῶν εὐπτέρων τῶν Κοισύρας. 800
 
ἀτὰρ μέτειμί γʼ αὐτόν· ἢν δὲ μὴ ʼθέλῃ,
 
οὐκ ἔσθʼ ὅπως οὐκ ἐξελῶ κʼ τῆς οἰκίας.
 
ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον εἰσελθὼν χρόνον.
Χορός
ἆρʼ αἰσθάνει πλεῖστα διʼ ἡμᾶς ἀγάθʼ αὐτίχʼ ἕξων
 
μόνας θεῶν; ὡς 805
 
ἕτοιμος ὅδʼ ἐστὶν ἅπαντα δρᾶν
 
ὅσʼ ἂν κελεύῃς.
← Önceki Stasimon 1 · 14 / 30 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme