Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 1

[Lyric-Scene]
εὖ γʼ· ἀλλʼ ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν.
Σωκράτης
εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη,
 
ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι. 760
Στρεψιάδης
ὅπως; ὅπως; οὐκ οἶδʼ· ἀτὰρ ζητητέον.
Σωκράτης
μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί,
 
ἀλλʼ ἀποχάλα τὴν φροντίδʼ ἐς τὸν ἀέρα
 
λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός.
Στρεψιάδης
ηὕρηκʼ ἀφάνισιν τῆς δίκης σοφωτάτην, 765
 
ὥστʼ αὐτὸν ὁμολογεῖν σʼ ἐμοί.
Σωκράτης
ποίαν τινά;
Στρεψιάδης
ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον
 
ταύτην ἑόρακας τὴν καλήν, τὴν διαφανῆ,
 
ἀφʼ ἧς τὸ πῦρ ἅπτουσι;
Σωκράτης
τὴν ὕαλον λέγεις;
Στρεψιάδης
ἔγωγε. φέρε τί δῆτʼ ἄν, εἰ ταύτην λαβών, 770
 
ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς, 770
 
ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον
 
τὰ γράμματʼ ἐκτήξαιμι τῆς ἐμῆς δίκης;
Σωκράτης
σοφῶς γε νὴ τὰς Χάριτας.
Στρεψιάδης
οἴμʼ ὡς ἥδομαι
← Önceki Stasimon 1 · 12 / 30 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme