Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Stasimon 1

[Lyric-Scene]
οἴμοι τάλας.
Σωκράτης
ἔχʼ ἀτρέμα· κἂν ἀπορῇς τι τῶν νοημάτων,
 
ἀφεὶς ἄπελθε, καὶ κατὰ τὴν γνώμην πάλιν
 
κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον. 745
Στρεψιάδης
ὦ Σωκρατίδιον φίλτατον.
Σωκράτης
τί ὦ γέρον;
Στρεψιάδης
ἔχω τόκου γνώμην ἀποστερητικήν.
Σωκράτης
ἐπίδειξον αὐτήν.
Στρεψιάδης
εἰπὲ δή νύν μοι —
Σωκράτης
τὸ τί;
Στρεψιάδης
γυναῖκα φαρμακίδʼ εἰ πριάμενος Θετταλὴν
 
καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ 750
 
αὐτὴν καθείρξαιμʼ ἐς λοφεῖον στρογγύλον,
 
ὥσπερ κάτοπτρον, κᾆτα τηροίην ἔχων —
Σωκράτης
τί δῆτα τοῦτʼ ἂν ὠφελήσειέν σʼ;
Στρεψιάδης
ὅ τι;
 
εἰ μηκέτʼ ἀνατέλλοι σελήνη μηδαμοῦ,
 
οὐκ ἂν ἀποδοίην τοὺς τόκους. 755
Σωκράτης
ὁτιὴ τί δή; 755
Στρεψιάδης
ὁτιὴ κατὰ μῆνα τἀγύριον δανείζεται.
← Önceki Stasimon 1 · 11 / 30 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme