Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Prologos

[Parabasis]
οὕνεκα ταύτης.
Χορός
εὐτυχία γένοιτο τἀνθρώπῳ,
 
ὅτι προήκων
 
ἐς βαθὺ τῆς ἡλικίας
 
νεωτέροις τὴν φύσιν αὑτοῦ 515
 
πράγμασιν χρωτίζεται
 
καὶ σοφίαν ἐπασκεῖ.
 
ὦ θεώμενοι κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως
 
τἀληθῆ νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.
 
οὕτω νικήσαιμί τʼ ἐγὼ καὶ νομιζοίμην σοφός, 520
 
ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς
 
καὶ ταύτην σοφώτατʼ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν,
 
πρώτους ἠξίωσʼ ἀναγεῦσʼ ὑμᾶς, ἣ παρέσχε μοι
 
ἔργον πλεῖστον· εἶτʼ ἀνεχώρουν ὑπʼ ἀνδρῶν φορτικῶν
 
ἡττηθεὶς οὐκ ἄξιος ὤν· ταῦτʼ οὖν ὑμῖν μέμφομαι 525
 
τοῖς σοφοῖς, ὧν οὕνεκʼ ἐγὼ ταῦτʼ ἐπραγματευόμην.
 
ἀλλʼ οὐδʼ ὣς ὑμῶν ποθʼ ἑκὼν προδώσω τοὺς δεξιούς.
 
ἐξ ὅτου γὰρ ἐνθάδʼ ὑπʼ ἀνδρῶν, οἷς ἡδὺ καὶ λέγειν,
 
ὁ σώφρων τε χὠ καταπύγων ἄριστʼ ἠκουσάτην,
 
κἀγώ, παρθένος γὰρ ἔτʼ ἦν, κοὐκ ἐξῆν πώ μοι τεκεῖν, 530
← Önceki Prologos · 3 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme