Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Parodos

[Choral]
σκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἷα πέπορδας·
Σωκράτης
τὸν δʼ Ἀέρα τόνδʼ ὄντʼ ἀπέραντον πῶς οὐκ εἰκὸς μέγα βροντᾶν;
Στρεψιάδης
ταῦτʼ ἄρα καὶ τὠνόματʼ ἀλλήλοιν βροντὴ καὶ πορδὴ ὁμοίω.
 
ἀλλʼ ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο δίδαξον, 395
 
καὶ καταφρύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλύει;
 
τοῦτον γὰρ δὴ φανερῶς ὁ Ζεὺς ἵησʼ ἐπὶ τοὺς ἐπιόρκους.
Σωκράτης
καὶ πῶς ὦ μῶρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε,
 
εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτʼ οὐχὶ Σίμωνʼ ἐνέπρησεν
 
οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον; καίτοι σφόδρα γʼ εἴσʼ ἐπίορκοι· 400
 
ἀλλὰ τὸν αὑτοῦ γε νεὼν βάλλει καὶ Σούνιον ἄκρον Ἀθηνέων
 
καὶ τὰς δρῦς τὰς μεγάλας· τί μαθών; οὐ γὰρ δὴ δρῦς γʼ ἐπιορκεῖ.
Στρεψιάδης
οὐκ οἶδʼ· ἀτὰρ εὖ σὺ λέγειν φαίνει. τί γάρ ἐστιν δῆθʼ ὁ κεραυνός;
Σωκράτης
ὅταν ἐς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς κατακλῃσθῇ,
 
ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθʼ ὑπʼ ἀνάγκης 405
 
ῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα,
 
ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων.
Στρεψιάδης
νὴ Δίʼ ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισιν
 
ὀπτῶν γαστέρα τοῖς συγγενέσιν, κᾆτʼ οὐκ ἔσχων ἀμελήσας·
 
ἡ δʼ ἄρʼ ἐφυσᾶτʼ, εἶτʼ ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼ 410
 
τὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον.
← Önceki Parodos · 8 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme