Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Parodos

[Choral]
αὗται βροντῶσι κυλινδόμεναι. 375
Στρεψιάδης
τῷ τρόπῳ ὦ πάντα σὺ τολμῶν; 375
Σωκράτης
ὅταν ἐμπλησθῶσʼ ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι,
 
κατακρημνάμεναι πλήρεις ὄμβρου διʼ ἀνάγκην, εἶτα βαρεῖαι
 
εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν.
Στρεψιάδης
ὁ δʼ ἀναγκάζων ἐστὶ τίς αὐτάς, οὐχ ὁ Ζεύς, ὥστε φέρεσθαι;
Σωκράτης
ἥκιστʼ ἀλλʼ αἰθέριος Δῖνος. 380
Στρεψιάδης
Δῖνος; τουτί μʼ ἐλελήθειν, 380
 
ὁ Ζεὺς οὐκ ὤν, ἀλλʼ ἀντʼ αὐτοῦ Δῖνος νυνὶ βασιλεύων.
 
ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μʼ ἐδίδαξας.
Σωκράτης
οὐκ ἤκουσάς μου τὰς Νεφέλας ὕδατος μεστὰς ὅτι φημὶ
 
ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα;
Στρεψιάδης
φέρε τουτὶ τῷ χρὴ πιστεύειν; 385
Σωκράτης
ἀπὸ σαυτοῦ ʼγώ σε διδάξω. 385
 
ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτʼ ἐταράχθης
 
τὴν γαστέρα, καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν;
Στρεψιάδης
νὴ τὸν Ἀπόλλω καὶ δεινὰ ποιεῖ γʼ εὐθύς μοι, καὶ τετάρακται
 
χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν·
 
ἀτρέμας πρῶτον παππὰξ παππάξ, κἄπειτʼ ἐπάγει παπαπαππάξ, 390
 
χὤταν χέζω, κομιδῇ βροντᾷ παπαπαππὰξ ὥσπερ ἐκεῖναι.
← Önceki Parodos · 7 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme