Thesauros Literature Comedy Ἱππῆς

Ἱππῆς

Ἱππῆς Aristophanes

Epeisodion 3

Κλέων
εἶεν.
 
ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;
Ἀλλαντοπώλης
κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον·
Κλέων
ὦ Φοῖβʼ Ἄπολλον Λύκιε τί ποτέ μʼ ἐργάσει; 1240
 
τέχνην δὲ τίνα ποτʼ εἶχες ἐξανδρούμενος;
Ἀλλαντοπώλης
ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.
Κλέων
οἴμοι κακοδαίμων· οὐκέτʼ οὐδέν εἰμʼ ἐγώ.
 
λεπτή τις ἐλπίς ἐστʼ ἐφʼ ἧς ὀχούμεθα.
 
καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν ἀγορᾷ 1245
 
ἠλλαντοπώλεις ἐτεὸν ἢ ʼπὶ ταῖς πύλαις;
Ἀλλαντοπώλης
ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.
Κλέων
οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.
 
κυλίνδετʼ εἴσω τόνδε τὸν δυσδαίμονα.
 
ὦ στέφανε χαίρων ἄπιθι, κεἴ σʼ ἄκων ἐγὼ 1250
 
λείπω· σὲ δʼ ἄλλος τις λαβὼν κεκτήσεται,
 
κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δʼ ἴσως.
Ἀλλαντοπώλης
Ἑλλάνιε Ζεῦ σὸν τὸ νικητήριον.
Χορός
ὦ χαῖρε καλλίνικε καὶ μέμνησʼ ὅτι
 
ἀνὴρ γεγένησαι διʼ ἐμέ· καί σʼ αἰτῶ βραχύ, 1255
 
ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.
← Önceki Epeisodion 3 · 6 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme