Thesauros Literature Comedy Ἱππῆς

Ἱππῆς

Ἱππῆς Aristophanes

Stasimon 1

[Lyric-Scene]
οἱ δʼ ἀνεκρότησαν καὶ πρὸς ἔμʼ ἐκεχήνεσαν.
Ἀλλαντοπώλης
ὁ δʼ ὑπονοήσας ὁ Παφλαγών, εἰδὼς ἄρα
 
οἶς ἥδεθʼ ἡ βουλὴ μάλιστα ῥήμασιν,
 
γνώμην ἔλεξεν· ἄνδρες, ἤδη μοι δοκεῖ
 
ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις 655
 
εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ.
 
ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν.
 
κἄγωγʼ ὅτε δὴ γʼνων τοῖς βολίτοις ἡττημένος,
 
διακοσίαισι βουσὶν ὑπερηκόντισα,
 
τῇ δʼ Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα 660
 
εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον,
 
αἱ τριχίδες εἰ γενοίαθʼ ἑκατὸν τοὐβολοῦ.
 
ἐκαραδόκησεν εἰς ἔμʼ ἡ βουλὴ πάλιν.
 
ὁ δὲ ταῦτʼ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα.
 
κᾆθʼ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται. 665
 
οἱ δʼ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες·
 
ὁ δʼ ἠντεβόλει γʼ αὐτοὺς ὀλίγον μεῖναι χρόνον,
 
ἵνʼ ἅτθʼ ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει
 
πύθησθʼ, ἀφῖκται γὰρ περὶ σπονδῶν, λέγων.
 
οἱ δʼ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον· 670
← Önceki Stasimon 1 · 6 / 21 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme