Thesauros Literature Comedy Ἱππῆς

Ἱππῆς

Ἱππῆς Aristophanes

Stasimon 1

Χορός
ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα·
 
καὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν,
 
ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμʼ ἠγωνίσω.
Ἀλλαντοπώλης
τί δʼ ἄλλο γʼ εἰ μὴ Νικόβουλος ἐγενόμην; 615
[Lyric-Scene]
νῦν ἄρʼ ἄξιόν γε πᾶσίν ἐστιν ἐπολολύξαι.
Χορός
ὦ καλὰ λέγων πολὺ δʼ ἀμείνονʼ ἔτι τῶν λόγων
 
ἐργασάμενʼ, εἴθʼ ἐπέλθοις
 
ἅπαντά μοι σαφῶς·
 
ὡς ἐγώ μοι δοκῶ 620
 
κἂν μακρὰν ὁδὸν διελθεῖν
 
ὥστʼ ἀκοῦσαι. πρὸς τάδʼ ὦ βέλτιστε
 
θαρρήσας λέγʼ, ὡς, ἅπαντες
 
ἡδόμεσθά σοι.
Ἀλλαντοπώλης
καὶ μὴν ἀκοῦσαί γʼ ἄξιον τῶν πραγμάτων.
 
εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδʼ ἱέμην· 625
 
ὁ δʼ ἄρʼ ἔνδον ἐλασίβροντʼ ἀναρρηγνὺς ἔπη
 
τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων,
 
κρημνοὺς †ἐρείδων† καὶ ξυνωμότας λέγων
 
πιθανώταθʼ· ἡ βουλὴ δʼ ἅπασʼ ἀκροωμένη
 
ἐγένεθʼ ὑπʼ αὐτοῦ ψευδατραφάξυος πλέα, 630
← Önceki Stasimon 1 · 4 / 21 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme