Thesauros Literature Comedy Ἱππῆς

Ἱππῆς

Ἱππῆς Aristophanes

Stasimon 1

[Agon]
τονδὶ δʼ ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον
Ἀλλαντοπώλης
οὐπώποτʼ ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας
 
χειμῶνος ὄντος· ἀλλʼ ἐγώ σοι τουτονὶ δίδωμι.
Δῆμος
τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτʼ ἐπενόησεν.
 
καίτοι σοφὸν κἀκεῖνʼ ὁ Πειραιεύς· ἔμοιγε μέντοι 885
 
οὐ μεῖζον εἶναι φαίνετʼ ἐξεύρημα τοῦ χιτῶνος.
Κλέων
οἴμοι τάλας οἵοις πιθηκισμοῖς με περιελαύνεις.
Ἀλλαντοπώλης
οὔκ, ἀλλʼ ὅπερ πίνων ἀνὴρ πέπονθʼ ὅταν χεσείῃ,
 
τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.
Κλέων
ἀλλʼ οὐχ ὑπερβαλεῖ με θωπείαις· ἐγὼ γὰρ αὐτὸν 890
 
προσαμφιῶ τοδί· σὺ δʼ οἴμωζʼ ὦ πόνηρʼ.
Δῆμος
ἰαιβοῖ.
 
οὐκ ἐς κόρακας ἀποφθερεῖ βύρσης κάκιστον ὄζων;
Ἀλλαντοπώλης
καὶ τοῦτό γʼ ἐπίτηδές σε περιήμπεσχʼ, ἵνα σʼ ἀποπνίξῃ·
 
καὶ πρότερον ἐπεβούλευσέ σοι. τὸν καυλὸν οἶσθʼ ἐκεῖνον
 
τοῦ σιλφίου τὸν ἄξιον γενόμενον; 895
Δῆμος
οἶδα μέντοι. 895
Ἀλλαντοπώλης
ἐπίτηδες οὗτος αὐτὸν ἔσπευδʼ ἄξιον γενέσθαι,
 
ἵνʼ ἐσθίοιτʼ ὠνούμενοι, κἄπειτʼ ἐν ἡλιαίᾳ
 
βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί.
← Önceki Stasimon 1 · 18 / 21 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme