Thesauros Literature Comedy Ἱππῆς

Ἱππῆς

Ἱππῆς Aristophanes

Stasimon 1

[Agon]
ἔπαυσα τοὺς ξυνωμότας, καί μʼ οὐ λέληθεν οὐδὲν
Κλέων
ἐν τῇ πόλει ξυνιστάμενον, ἀλλʼ εὐθέως κέκραγα.
Ἀλλαντοπώλης
ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.
 
ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν· 865
 
ἐὰν δʼ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,
 
αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.
 
ἓν δʼ εἰπέ μοι τοσουτονί· σκύτη τοσαῦτα πωλῶν
 
ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ
 
ταῖς ἐμβάσιν φάσκων φιλεῖν; 870
Δῆμος
οὐ δῆτα μὰ τὸν Ἀπόλλω. 870
Ἀλλαντοπώλης
ἔγνωκας οὖν δῆτʼ αὐτὸν οἷός ἐστιν; ἀλλʼ ἐγώ σοι
 
ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.
Δῆμος
κρίνω σʼ ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρʼ ἄριστον
 
εὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν. 875
Κλέων
οὐ δεινὸν οὖν δῆτʼ ἐμβάδας τοσουτονὶ δύνασθαι, 875
 
ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας; ὅστις
 
ἔπαυσα τοὺς βινουμένους, τὸν Γρύττον ἐξαλείψας.
Ἀλλαντοπώλης
οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖν
 
παῦσαί τε τοὺς βινουμένους; κοὐκ ἔσθʼ ὅπως ἐκείνους
 
οὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένωνται. 880
← Önceki Stasimon 1 · 17 / 21 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme