Thesauros Literature Comedy Ἱππῆς

Ἱππῆς

Ἱππῆς Aristophanes

Prologos

Κλέων
ταυτὶ μὰ τὴν Δήμητρά μʼ οὐκ ἐλάνθανεν
 
τεκταινόμενα τὰ πράγματʼ, ἀλλʼ ἠπιστάμην
 
γομφούμενʼ αὐτὰ πάντα καὶ κολλώμενα.
Χορός
οἴμοι σὺ δʼ οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις;
Ἀλλαντοπώλης
οὔκουν μʼ ἐν Ἄργει γʼ οἷα πράττεις λανθάνει. 465
 
πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ,
 
ἰδίᾳ δʼ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.
 
καὶ ταῦτʼ ἐφʼ οἷσίν ἐστι συμφυσώμενα
 
ἐγᾦδʼ· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.
Χορός
εὖ γʼ εὖ γε, χάλκεὐ ἀντὶ τῶν κολλωμένων. 470
Ἀλλαντοπώλης
καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτʼ ἐκεῖθεν αὖ,
 
καὶ ταῦτά μʼ οὔτʼ ἀργύριον οὔτε χρυσίον
 
διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους,
 
ὅπως ἐγὼ ταῦτʼ οὐκ Ἀθηναίοις φράσω.
Κλέων
ἐγὼ μὲν οὖν αὐτίκα μάλʼ ἐς βουλὴν ἰὼν 475
 
ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,
 
καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς τὰς ἐν πόλει,
 
καὶ πάνθʼ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,
 
καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.
Ἀλλαντοπώλης
πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος; 480
← Önceki bölüm Prologos · 1 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme