10–14
ἄγριον, ἄστοργον, μορφᾷ νόον οὐδὲν ὁμοῖον;
5
ἐς τί δέ νιν πτανὸν καὶ ἑκαβόλον ὤπασας ἦμεν,
ὡς μὴ πικρὸν ἐόντα δυναίμεθα τῆνον ἀλύξαι;
ἀμφασία τὸν Φοῖβον ἕλεν τὸ σὸν ἄλγος ὁρῶντα.
δίζετο φάρμακα πάντα, σοφὰν δ’ ἐπεμαίετο τέχναν,
χρῖεν δ’ ἀμβροσίᾳ καὶ νέκταρι, χρῖεν ἅπασαν
ὠτειλάν· Μοίραισι δ’ ἀναλθέα φάρμακα πάντα
αὐτὰρ ἐγὼν βασεῦμαι ἐμὰν ὁδὸν ἐς τὸ κάταντες
τῆνο ποτὶ ψάμαθόν τε καὶ ἀϊόνα ψιθυρίσδων,
λισσόμενος Γαλάτειαν ἀπηνέα· τὰς δὲ γλυκείας
ἐλπίδας ὑστατίω μέχρι γήραος οὐκ ἀπολειψῶ
οὐ καλὸν ὦ φίλε πάντα λόγον ποτὶ τέκτονα φοιτᾶν,
μηδ’ ἐπὶ πάντ’ ἄλλω χρέος ἰσχέμεν· ἀλλὰ καὶ αὐτὸς
τεχνᾶσθαι σύριγγα· πέλει δέ τοι εὐμαρὲς ἔργον
Μοίσας Ἔρως καλέοι, Μοῖσαι τὸν Ἔρωτα φέροιεν.
μολπὰν ταὶ Μοῖσαί μοι ἀεὶ ποθέοντι διδοῖεν,