Thesauros Literature bucolic Fragmenta

Fragmenta

Fragmenta Bion of Phlossa near Smyrna

5–6

 
μέλπειν μοι φίλε βοῦτα λαβὼν τὸν Ἔρωτα δίδασκε.
 
ὣς λέγε· χἂ μὲν ἀπῆνθεν, ἐγὼ δ’ ὅσα βουκολίασδον, 5
 
νήπιος ὡς ἐθέλοντα μαθεῖν τὸν Ἔρωτα δίδασκον,
 
ὡς εὗρε πλαγίαυλον ὁ Πάν, ὡς αὐλὸν Ἀθάνα,
 
ὡς χέλυν Ἑρμάων, κίθαριν ὡς ἁδὺς Ἀπόλλων.
 
ταῦτά νιν ἐξεδίδασκον· ὃ δ’ οὐκ ἐμπάζετο μύθων,
 
ἀλλά μοι αὐτὸς ἄειδεν ἐρωτύλα, καί μ’ ἐδίδασκε 10
 
θνατῶν ἀθανάτων τε πόθως καὶ ματέρος ἔργα.
 
κἠγὼν ἐκλαθόμαν μὲν ὅσων τὸν Ἔρωτ’ ἐδίδασκον,
 
ὅσσα δ’ Ἔρως μ’ ἐδίδαξεν ἐρωτύλα πάντ’ ἐδιδάχθην.
 
VI.
 
Ταὶ Μοῖσαι τὸν Ἔρωτα τὸν ἄγριον οὐ φοβέονται
 
ἐκ θυμῶ δὲ φιλεῦντι καὶ ἐκ ποδὸς αὐτῷ ἕπονται.
 
κἢν μὲν ἄρα ψυχάν τις ἔχων ἀνέραστον ἀείδῃ,
 
τῆνον ὑπεκφεύγοντι καὶ οὐκ ἐθέλοντι διδάσκειν·
 
ἢν δὲ νόον τις Ἔρωτι δονεύμενος ἁδὺ μελίσδῃ, 5
 
ἐς τῆνον μάλα πᾶσαι ἐπειγόμεναι προρέοντι.
 
μάρτυς ἐγών, ὅτι μῦθος ὅδ’ ἔπλετο πᾶσιν ἀλαθής.
 
ἢν μὲν γὰρ βροτὸν ἄλλον ἢ ἀθανάτων τινὰ μέλπω,
 
βαμβαίνει μοι γλῶσσα καὶ ὡς πάρος οὐκέτ’ ἀείδει·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme