urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2
ΛΥΚΙΔΑΣ
παρθενικῆς ἐβάδιζε, κόμας δ’ ἐπύκαζε καλύπτρᾳ.
20
θυμὸν δ’ ἀνέρος εἶχε, καὶ ἀνέρος εἶχεν ἔρωτα·
ἐξ ἀοῦς δ’ ἐπὶ νύκτα παρίζετο Δηϊδαμείᾳ,
καὶ ποτὲ μὲν τήνας ἐφίλει χέρα, πολλάκι δ’ αὐτᾶς
στάμονα καλὸν ἄειρε, τὰ δαίδαλα δ’ ἄτρἰ ἐπῄνει·
ἤσθιε δ’ οὐκ ἄλλᾳ σὺν ὁμάλικι, πάντα δ’ ἐποίει
25
σπεύδων κοινὸν ἐς ὕπνον. ἔλεξέ νυ καὶ λόγον αὐτᾷ·
ἅλλαι μὲν κνώσσουσι σὺν ἀλλάλαισιν ἀδελφαί,
αὐτὰρ ἐγὼ μώνα, μώνα δὲ σὺ νύμφα καθεύδεις.
αἱ δύο παρθενικαὶ συνομάλικες, αἱ δύο καλαί·
ἀλλὰ μόναι κατὰ λέκτρα καθεύδομες· ἁ δὲ πονηρὰ
30
Νυσαία δολία με κακῶς ἀπὸ σεῖο μερίσδει.