Thesauros Literature bucolic Μεγάρα

Μεγάρα

Μεγάρα Moschus
Bölümler
Metin 1–125

Metin

 
Ἀλκμήνη· βαρὺ δ’ ἥγε καὶ ἐκ θυμοῦ στενάχουσα 60
 
μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα·
 
δαιμονίη παίδων, τί νύ τοι φρεσὶν ἔμπεσε τοῦτο
 
πευκαλίμαις; πῶς ἄμμ’ ἐθέλεις ὀροθυνέμεν ἄμφω
 
κήδἐ ἄλαστα λέγουσα; τὰ δ’ οὐ νῦν πρῶτα κέκλαυται.
 
ἢ οὐκ ἅλις, οἷς ἐχόμεσθα τὸ δεύτατον αἰὲν ἐπ’ ἦμαρ 65
 
γινομένοις; μάλα μέν γε φιλοθρηνής κέ τις εἴη,
 
ὅστις ἀριθμήσειεν ἐφ’ ἡμετέροις ἀχέεσσι.
 
θάρσει· οὐ τοιῆσδ’ ἐκυρήσαμεν ἐκ θεοῦ αἴσης.
 
καὶ δ’ αὐτὴν ὁρόω σε φίλον τέκος ἀτρύτοισιν
 
ἄλγεσι μοχθίζουσαν. ἐπιγνώμων δέ τοί εἰμι 70
 
ἀσχαλάαν, ὅτε δή γε καὶ εὐφροσύνης κόρος ἐστί·
 
καί σε μάλ’ ἐκπάγλως ὀλοφύρομαι ἠδ’ ἐλεαίρω,
 
οὕνεκεν ἡμετέροιο λυγροῦ μετὰ δαίμονος ἔσχες,
 
ὅσθ’ ἡμῖν ἐφύπερθε κάρης βαρὺς αἰωρεῖται.
 
ἴστω γὰρ Κούρη τε καὶ εὐέανος Δημήτηρ, 75
 
ἅς κε μέγα βλαφθείς τις ἑκὼν ἐπίορκον ὀμόσσαι
 
δυσμενέων, μηθέν σε χερειότερον φρεσὶν ᾗσι
 
στέργειν ἢ εἴπερ μοι ὑπὲκ νηδυιόφιν ἦλθες
 
καί μοι τηλυγέτη ἐνὶ δώμασι παρθένος ἦσθα.
← Önceki Metin · 4 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme