Thesauros Literature bucolic Μεγάρα

Μεγάρα

Μεγάρα Moschus
Bölümler
Metin 1–125

Metin

 
μητέρ’ ἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν. 20
 
ὡς δ’ ὄρνις δύρηται ἐπὶ σφετέροισι νεοσσοῖς
 
ὀλλυμένοις, οὕστ’ αἰνὸς ὄφις ἔτι νηπιάχοντας
 
θάμνοις ἐν πυκινοῖσι κατεσθίει· ἣ δὲ κατ’ αὐτοὺς
 
πωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ,
 
οὐδ’ ἄρ’ ἔχει τέκνοισιν ἐπαρκέσαι· ἦ γάρ οἱ αὐτῇ 25
 
ἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου·
 
ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσα
 
μαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.
 
ὥς γ’ ὄφελον μετὰ παισὶν ἅμα θνῄσκουσα καὶ αὐτὴ
 
κεῖσθαι φαρμακόεντα δι’ ἥπατος ἰὸν ἔχουσα, 30
 
Ἄρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί.
 
τῷ χ’ ἡμέας κλαύσαντε φίλῃσ’ ἐνὶ χερσὶ τοκῆες
 
πολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης,
 
καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντων
 
λέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα. 35
 
νῦν δ’ οἳ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσιν
 
Ἀονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες·
 
αὐτὰρ ἐγὼ Τίρυνθα κάτα κραναὴν πόλιν Ἥρης
 
πολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ
← Önceki Metin · 2 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme