Metin
ἠδὲ τὰ χλωρὰ σέλινα τό τ’ εὐθαλὲς οὖλον ἄνηθον,
100
ὕστερον αὖ ζώοντι καὶ εἰς ἔτος ἄλλο φύοντι·
ἄμμες δ’ οἱ μεγάλοι καὶ καρτεροί, οἱ σοφοὶ ἄνδρες,
ὁππότε πρᾶτα θάνωμες, ἀνάκοοι ἐν χθονὶ κοίλᾳ
εὕδομες εὖ μάλα μακρὸν ἀτέρμονα νήγρετον ὕπνον.
καὶ σὺ μὲν ὦν σιγᾷ πεπυκασμένος ἔσσεαι ἐν γᾷ,
105
ταῖς Νύμφαισι δ’ ἔδοξεν ἀεὶ τὸν βάτραχον ᾅδειν.
ταῖς δ’ ἐγὼ οὐ φθονέοιμι· τὸ γὰρ μέλος οὐ καλὸν ᾅδει.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
φάρμακον ἦλθε, Βίων, ποτὶ σὸν στόμα, φάρμακον ἦδες—
τοιούτοις χείλεσσι ποτέδραμε κοὐκ ἐγλυκάνθη;
110
τίς δὲ βροτὸς τοσσοῦτον ἀνάμερος ὡς κεράσαι τοι
ἢ δοῦναι καλέοντι τὸ φάρμακον;—ἔκψυγεν ᾠδά.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
ἀλλὰ Δίκα κίχε πάντας. ἐγὼ δ’ ἐπὶ πένθεϊ τῷδε
δακρυχέων τεὸν οἶτον ὀδύρομαι. εἰ δυνάμαν δέ,
115
ὡς Ὀρφεὺς καταβὰς ποτὶ Τάρταρον, ὥς ποκ’ Ὀδυσσεύς,
ὡς πάρος Ἀλκείδας, κἠγὼ τάχ’ ἂν ἐς δόμον ἦνθον
Πλουτέος, ὥς κεν ἴδοιμι, καὶ εἰ Πλουτῆι μελίσδεις,
ὡς ἂν ἀκουσαίμαν, τί μελίσδεαι. ἀλλ’ ἄγε Κώρᾳ