Thesauros Literature bucolic Ἐπιτάφιος Βίωνος

Ἐπιτάφιος Βίωνος

Ἐπιτάφιος Βίωνος Moschus
Bölümler
Metin 1–126

Metin

 
οὐ γὰρ ἴσον Κύκλωπι μελίσδεο· τὸν μὲν ἔφευγεν 60
 
ἁ καλὰ Γαλάτεια, σὲ δ’ ἅδιον ἔβλεπεν ἅλμας.
 
καὶ νῦν λασαμένα τῶ κύματος ἐν ψαμάθοισιν
 
ἕζετ’ ἐρημαίαισι, βόας δ’ ἔτι σεῖο νομεύει.
 
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
 
πάντα τοι ὦ βούτα συγκάτθανε δῶρα τὰ Μοισᾶν, 65
 
παρθενικᾶν ἐρόεντα φιλήματα, χείλεα παίδων,
 
καὶ στυμνοὶ περὶ σῶμα τεὸν κλαίουσιν Ἔρωτες.
 
χἀ Κύπρις ποθέει σε πολὺ πλέον ἢ τὸ φίλημα,
 
τὸ πρώαν τὸν Ἄδωνιν ἀποθνᾴσκοντα φίλησεν.
 
τοῦτό τοι ὦ ποταμῶν λιγυρώτατε δεύτερον ἄλγος, 70
 
τοῦτο, Μέλη, νέον ἄλγος. ἀπώλετο πρᾶν τοι Ὅμηρος,
 
τῆνο τὸ Καλλιόπας γλυκερὸν στόμα, καί σε λέγοντι
 
μύρασθαι καλὸν υἷα πολυκλαύτοισι ῥεέθροις,
 
πᾶσαν δ’ ἔπλησας φωνᾶς ἅλα· νῦν πάλιν ἄλλον
 
υἱέα δακρύεις, καινῷ δ’ ἐπὶ πένθεϊ τάκῃ. 75
 
ἀμφότεροι παγαῖς πεφιλημένοι, ὃς μὲν ἔπινε
 
Παγασίδος κράνας, ὃ δ’ ἔχεν πόμα τᾶς Ἀρεθοίσας.
 
χὢ μὲν Τυνδαρέοιο καλὰν ἄεισε θύγατρα
 
καὶ Θέτιδος μέγαν υἷα καὶ Ἀτρείδαν Μενέλαον·
← Önceki Metin · 4 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme