Thesauros Literature bucolic Εὐρώπη

Εὐρώπη

Εὐρώπη Moschus
Bölümler
Metin 1–166

Metin

 
καὶ δ’ αὐτὸς βαρύδουπος ὑπείραλος Ἐννοσίγαιος 120
 
κῦμα κατιθύνων ἁλίης ἠγεῖτο κελεύθου
 
αὐτοκασιγνήτῳ· τοὶ δ’ ἀμφί μιν ἠγερέθοντο
 
Τρίτωνες, πόντοιο βαρύθροοι αὐλητῆρες,
 
κόχλοισιν ταναοῖς γάμιον μέλος ἠπύοντες.
 
ἣ δ’ ἄρ’ ἐφεζομένη Ζηνὸς βοέοις ἐπὶ νώτοις 125
 
τῇ μὲν ἔχεν ταύρου δολιχὸν κέρας, ἐν χερὶ δ’ ἄλλῃ
 
εἴρυε πορφυρέην κολποῦ πτύχα, ὄφρά κε μή μιν
 
δεύοι ἐφελκόμενον πολιῆς ἁλὸς ἄσπετον ὕδωρ.
 
κολπώθη δ’ ὤμοισι πέπλος βαθὺς Εὐρωπείης,
 
ἱστίον οἷά τε νηός, ἐλαφρίζεσκε δὲ κούρην. 130
 
ἣ δ’ ὅτε δὴ γαίης ἀπὸ πατρίδος ἦεν ἄνευθεν,
 
φαίνετο δ’ οὔτ’ ἀκτή τις ἁλίρροθος οὔτ’ ὄρος αἰπύ,
 
ἀλλ’ ἀὴρ μὲν ἄνωθεν, ἔνερθε δὲ πόντος ἀπείρων,
 
ἀμφί ἑ παπτήνασα τόσην ἀνενείκατο φωνήν·
 
πῇ με φέρεις θεόταυρε; τίς ἔπλεο; πῶς δὲ κέλευθα 135
 
ἀργαλἔ εἰλιπόδεσσι διέρχεαι, οὐδὲ θάλασσαν
 
δειμαίνεις; νηυσὶν γὰρ ἐπίδρομός ἐστι θάλασσα
 
ὠκυάλοις, ταῦροι δ’ ἁλίην τρομέουσιν ἀταρπόν.
 
ποῖόν τοι ποτὸν ἡδύ; τίς ἐξ ἁλὸς ἔσσετ’ ἐδωδή;
← Önceki Metin · 7 / 9 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme