Thesauros Literature bucolic Εὐρώπη

Εὐρώπη

Εὐρώπη Moschus
Bölümler
Metin 1–166

Metin

 
ὀψὲ δὲ δειμαλέην ἀνενείκατο παρθένον αὐδήν· 20
 
τίς μοι τοιάδε φάσματ’ ἐπουρανίων προΐηλεν;
 
ποῖοί με στρωτῶν λεχέων ὕπερ ἐν θαλάμοισιν
 
ἡδὺ μάλα κνώσσουσαν ἀνεπτοίησαν ὄνειροι,
 
τίς δ’ ἦν ἡ ξείνη, τὴν εἴσιδον ὑπνώουσα;
 
ὥς μ’ ἔλαβε κραδίην κείνης πόθος, ὥς με καὶ αὐτὴ 25
 
ἀσπασίως ὑπέδεκτο καὶ ὡς σφετέρην ἴδε παῖδα.
 
ἀλλά μοι εἰς ἀγαθὸν μάκαρες κρήνειαν ὄνειρον.
 
ὣς εἰποῦσ’ ἀνόρουσε, φίλας δ’ ἐπεδίζεθ’ ἑταίρας
 
ἥλικας οἰέτεας θυμήρεας εὐπατερείας,
 
τῇσιν ἀεὶ συνάθυρεν, ὅτ’ ἐς χορὸν ἐντύνοιτο, 30
 
ἢ ὅτε φαιδρύνοιτο χρόα προχοῇσιν ἀναύρων,
 
ἢ ὁπότ’ ἐκ λειμῶνος ἐΰπνοα λείρἰ ἀμέργοι.
 
αἳ δέ οἱ αἶψα φάανθεν· ἔχον δ’ ἐν χερσὶν ἑκάστη
 
ἀνθοδόκον τάλαρον· ποτὶ δὲ λειμῶνας ἔβαινον
 
ἀγχιάλους, ὅθι τ’ αἰὲν ὁμιλαδὸν ἠγερέθοντο 35
 
τερπόμεναι ῥοδέῃ τε φυῇ καὶ κύματος ἠχῇ.
 
αὐτὴ δὲ χρύσεον τάλαρον φέρεν Εὐρώπεια,
 
θηητόν, μέγα θαῦμα, μέγαν πόνον Ἡφαίστοιο,
 
ὃν Λιβύῃ πόρε δῶρον, ὅτ’ ἐς λέχος Ἐννοσιγαίου
← Önceki Metin · 2 / 9 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme